Ancient Greek
506.1
Gregorius Nyssenus Theol., Contra Eunomium 506.1
Unproofread scanNot analysed yet
Θεοῦ φωνὰς ἀλλοιοτρόπω τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνήθειας καὶ παρηλλαγμένου τῶν ὀνομάτων, αὐτοῦ τὸ Θεοῦ εἶναι τὸς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθι χρώμενος γλώσσῃ, ὁμοίως τὰ τε ἑαυτοῦ καὶ τὰ τοῦ Θεοῦ διεξέρχεται. Φασὶ δὲ τινες μᾶλλον ἐπιμελεστέρον τὰς Γραφὰς ἐπηκολουθηκότων μὴδ' ἀρχάζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων, καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον σχεδιασθῆναι τῷ ἔθνει. Καὶ τίς ἐστι τοῦ Προφήτου λόγος τὸ τοιοῦτον πιστοῦμενος; Ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐκ τῆς Αἰγύπτου, τότε γλῶσσαν ἤν οὐκ ἔγνω ἤκουσεν. Εἰ οὖν Ἑβραῖος Μωϋσῆς, τελευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν ὑστερον γεγονώς, καὶ τῇ κατ' ἑαυτὸν φωνῇ τὰς τοῦ Θεοῦ διηγούμενος ρήσεις, ἂρ' οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ Θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μὴ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίαις φωναῖς· σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυστέραν διάνοιαν; Τὸ γὰρ οἴεσθαι τῇ Ἑβραϊδὶ γλώσσῃ τὸν Θεὸν κεχρῆσθαι, μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαίντου, οὐκ οἶδα πῶς ὁ λογοιςμένος συνθήσεται. Ἐν ταῖς Πράξεσι μεμαθηκασιν διὰ τοῦτο τὴν θείαν δύναμιν πᾶς πολλάς διενεχθῆσαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλώσσων ἀποστεροῖτο τῆς ὠφελείας. Ὁ δὲ Θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διελέγετο, τινὰ ὠφελεῖν μέλλον ἐκ τῆς τοιαύτης φωνῆς; τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκούοντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲ ἂν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποσχεῖν, ἐπεὶ καὶ Παῦλος ὁ μύστης τοῦ Κυρίου πρὸς τὰς τῶν ἀκούοντων ἔξεις, οὐδὲν ἀρμόδιως τὸν λόγον μεταχειρίσεται· γάλα τοῖς νηπίοις γινόμενος, καὶ στερεὰ τοῖς τελείοις τροφή. Τὸ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοῦ λόγου τοιαύτης χρήσεως, ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν Θεὸν ἐφ' ἑαυτοῦ βαφῆσθαι, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιούτων φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. Οὔτε οὖν Ἑβραία τοῦ Θεοῦ ἡ φωνή, οὔτε καθ' ἑκάτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενόμιμένων προφερομένη, ἀλλ' ὅσοι τοῦ Θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως, ἢ τῶν προφητῶν ἀνεγράφησαν, ἐνδείξεις εἰσι τοῦ θείου θελήματος, ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. Οὐχὼν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπαρκεῖ τε καὶ πεπαιδευτο· προστεθεῖς δὲ τῷ Θεῷ τὰς φωνὰς ταύτας, καθὼς εἴρηται πολλάκις, διὰ τὸ νηπιώδες τῶν ἄρα τῇ θεογνωσίᾳ προσαγομένων, πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου βουλήματος, καὶ ὡς ἂν εὐπρεπεστέρος ἀπεργάσατο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηχότος δυσωπουμένους.