Ancient Greek
508.1
Gregorius Nyssenus Theol., Contra Eunomium 508.1
Unproofread scanNot analysed yet
ἀμηχανίας ταύτης ἑκεῖνον ἐπικτιῶντο. Τοῦ δὲ παραμυθουμένου τοὺς κατεπεπτηχότας τῇ φόβῳ, καὶ εἰς προνοίαν παρακαλούντος, γίνεται θεόθεν φωνὴ ἀναμαστὶ τὸν προφήτην προσκαλουμένην. Τί βοᾷς πρὸς μέ; Καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμίας ὁ λόγος ἐπιμέμηνται Μωϋσέως φωνῆς, ἀλλ’ ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια, φωνὴ τις ἀνωμαστή κατά τὸ συμφώνουν ἐν τῷ κρυπτῷ τῆς καρδίας νοήματι βοουμένη. Εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀληθῶν στεναγμῶν ἐπαλόντι, τί καινόν, εἰ καὶ τὸ θεῖον βούλημα γνώος ὁ προφήτης ὡς δυνατόν ἦν εἰπεῖν τε αὐτῷ καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων, οὐ ῥήματι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν ἐκφωνούμενον; Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εἶπε, ἐντὸν σὸς φῶς, οὐχὶ προσηγὸρια φωτός. Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους, ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα.