Ancient Greek
509.1
Gregorius Nyssenus Theol., Contra Eunomium 509.1
Unproofread scanNot analysed yet
A τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ, καὶ τοῦ στερεώματος, μία φύσις ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινόμενης, ὅσον δὲ τῶν ἐν αὐτῇ κτισεῖ ταύτῃ γινομένων ἡ διαφορὰ τῶν ὀνομάτων παρίστασιν. Ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς, ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσῳγορίας, ἕτερον δὲ διὰ τοῦ στερεώματος. Ὅταν μὲν γὰρ τὸ πέραν τῆς αἰσθήσεως κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ’ ἣν ἡ νοητὴ τε καὶ ὑπερκόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον, στερέωμα λέγεται, ἡ ἀρχὴ τε καὶ τὸ πέραν πάσης τῆς ὕλης ὑποστάσεως. Ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾗ πᾶσα ἡ ὕλιχὴ περιχρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τῶν ὁρατῶν πάντων ὄρον γινόμενον. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ἑρᾶς, ἐπειδή πρὸς δύο ταῦτα στοιχεῖα ἡ κατωφερὴς καὶ βαρεῖα φύσις διεμερίσθη, πρὸς τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ἑρᾶς προσῳγορία, διασταλτικὴ πως τῆς ἀντιστοιχοῦσης ποιότητος, τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει, ἑρὰ κατωνόμασται, ὅτε ἀποδυσασμένη δεῖπ προτάξαι τὸ περιεχυμένον ὕδωρ, ἐπὶ τῆς ἰδίας ποιότητος ἐφάνη. Τὸ δὲ τῆς γῆς ὄνομα, οὐκέτι μίαν τινὸς τῶν περὶ αὐτὴν ποιότητων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπειρισθάνεται διὰ τῆς ἐγκειμένης ἐμφράσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, ὅσον τὸ σκόνδον, τὸ πυκνόν, τὸ ἐμβριθὲς, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. Οὐκοῦν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ἑρὰ, πρὸς τὸ τελευταῖον ἐπικληθὲν αὐτῇ ὄνομα. Οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ἑρὰ καὶ εἶναι καὶ λέγεσθαι, ἀλλὰ, μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης, ἐκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὑπῆρξεν σημασία :ἡ μὲν, ἀντιδιααιρετικὴ τῆς ἑτερογενούς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρουμένης δυνάμεως· οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας, καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ τοῦ σκότους εὑρίσκομεν, οὐ συλλαβῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δημιουργημένον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προσῳγοριῶν τούτων γινώσκομεν. Λύεται κατὰ τὸ θέλημα τοῦ Θεοῦ τῇ εἴσωδη τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν, τῆς δὲ γῆς ἐν τῷ μέσῳ περιεχθείσης, καὶ τῇ πανταχόθεν τῶν ἑτεροφύων στοιχείων περιβολῇ ἐαυτὴν ἀνεγοῦσης, καθὼς φασιν οἱ Ἰῳβ· ὅτι Κρεμάλην γῆν ἐπὶ μηδενός, ἐπάνοχας ἦν, καθ’ ἓν μέρος τοῦ φωτὸς διωδεύοντος, ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὀγκῷ τῆς γῆς, ὑπολειφθῆναι τινὰ διὰ τοῦ ἀποσκιώματος μοῖραν τοῦ σκότους. Τῆς δὲ λευκίντου περιφοράς τοῦ πόλου συμπεριαγοῦσης ἐαυτὴν κατ’ ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀποσκιώματος ἐπισυμβαίνοντα ζόφον, τὴν ἐγκύκλιον ταύτην περιόδον τάξαι τὸν Θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρονικῆς παρατάσεως. Τὸ δὲ μέτρον τοῦτο ἐστὶν ἡμέρα καὶ νὺξ. Διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὴν ἐξ ἀντιφράξεως ἐπεισόντα ζόφον χωρὶς μὲν φωτὸς καὶ σκό