Ancient Greek
511.38 to 511.54
Gregorius Nyssenus Theol., Contra Eunomium 511.38-54
Unproofread scanNot analysed yet
ραγγὰ βότρυος, καὶ ἀγρὸν αἵματος, καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων, τεθέντα μὲν περὶ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου τοῦ Θεοῦ; Δι' ὧν ἐστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινόμενη κατὰ τῶν πραγμάτων σημείωσις, οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει. D Ἄλλα τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐληρήσαν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχύν, ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμριλογεῖν τοῖς ματαίοις. Τίς γὰρ οὕτως ἄφρων, τῶν σπουδαιότερων φροντίδων, ὥστε τοῖς ἄνοητοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδήν, καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι ἀρχιγικωτέραν μὲν καὶ κυριωτέραν ἀποφαίνομεν τὴν τῶν ἀνθρώπων φροντίδα, τῆς τοῦ Θεοῦ κηδεμονίας, τὴν δὲ τοῖς ἀμε- λεστόροις ἐνοχλοῦσαν ὀλιγωρίαν, εἰς τὴν ἐκείνου μεταφέρωμεν πρόνοιαν; Ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. Ἐγὼ δὲ ἴσον ἡγοῦμαι περὶ