Ancient Greek
512.2
Gregorius Nyssenus Theol., Contra Eunomium 512.2
Unproofread scanNot analysed yet
Προτίθησι πάλιν τοῦ διδασκάλου ῥήσιν ἔχουσαν οὕτως: Παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιώτερον τῇ δὴ ἐπινοίας χρήσιν παρὰ τοῦ θελοῦ διδιδάγμασι λόγου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν, ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην· θύραν ἐαυτὸν λέγων καὶ ἄρτον, καὶ ὁδόν, καὶ ἄμπελον, καὶ ποιμένα, καὶ φῶς. Τὰ μὲν οὖν ἐφ' ὑδρει βεβηκότα καθ' ἡμῶν παρ' αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοὺς ἀντιλέγοντας ἐδίδαξτο), παριδεῖν ὀλμαί πρέπεν, καὶ μηδὲν πρὸς τὰς μειρακιώδεις ἀνοίας ὑποταράσσεσθαι. Ἄλλὰ τὸ ὀριμὸν τούτου καὶ ἀρυκτον ῥῆμα κατεπετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ' ἡμᾶς προτείνεται λόγου. Τίς, φησι, τῶν ἁγίων ἐστιν, ὃς κατ' ἐπίνοιαν λέγεσθαι τῷ