Ancient Greek
514.1
Gregorius Nyssenus Theol., Contra Eunomium 514.1
Unproofread scanNot analysed yet
A φησί ,τὴν θείαν φύσιν ,καὶ πολυσύνθετον κατὰ τὰς διαφοράς τῶν ἐν τοῖς ὀνόμασι σημανομένων ,τὸ ποικίλον ἐνδεικνυμένην . Οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος σημασία ,οὐδὲ θύρας τε καὶ δαμάλεως ,οὐδὲ ἀξίνης καὶ ὕδατος ,ἀλλ 'ἕκαστον τῶν ὀνομάτων ἴδιόν ἐστιν ὁρισμὸν ἀποδούναί ,κατ 'οὐδὲν ἐπικοινονοῦντα τοῖς ἄλλοις . Οὐκοῦν φῦσιν μὲν οὐ σημαίνοσιν 'ἀκυρον δέ τις καὶ ἀσήμαντον εἶπεν τὴν κλῆσιν τῶν ὀνομάτων ,οὐκ ἂν τολμήσειεν . Εἰ τοίνυν λέγεται μὲν ,οὐ κατὰ φύσιν δέ ,πᾶν δὲ τὸ παρὰ τῆς Γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυὲς ἐπιλέγεται ,τίς ἕτερος ὑπολείπεται λόγος τοῦ ἀρμοζόντος τῷ Μονογενεῖ Θεῷ τὰς τοιαύτας τετάχθαι φωνάς ,πλὴν τοῦ κατ 'ἐπίνοιαν τρόπου ; Ἄδηλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφορὰς σημασίας ὀνοματοποιεῖται τὸ θεῖον ,ὅπως δι 'νοήσεων οὕτως ὀνομαζόμενον . Τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων ἐνέργειαν ,ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν . Εἰ δέ τις ἕτερόν τι καλεῖν ἐθέλοι ,οὐ διοισόμεθα . Ἄλλ 'οὐ μεθίση ,καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν ,τὴν ἀκρυτον ταύτην καθ 'ἡμῶν λαβὴν ,καὶ φησιν οὕτως κατὰ λέξιν ,ὅτι Ταῦτα δ 'ἐπίνοιαι ἀνθρωπίναι ἐστὶ τὰ ὀνόματα ,καὶ κατ 'ἐπίνοιαν λέγεται τινῶν ,ὃ οὐδεὶς ἀποστόλων οὔτε τῶν εὐαγγελιστῶν ἐδίδαξε . Καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ,ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν ,τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα φωνῇ τὴν δυσώδη πάλιν καθ 'ἡμῶν λοιδορίαν ἐκπτύων . Τοιγαροῦν φησι τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρωπίνην ἐπίνοιαν ,ψυχῆς ἔργον τὸν μὲν ἐρμηνέων νοῦν κατὰ δίκην παρηρημένης ,ἀρρώστου δὲ διανοία καὶ πεφωρημένη τινὶ συνθείᾳ τοὺς τοῦ Κυρίου λόγους ἐπισκοποῦσης . Βαβαὶ τῆς διαλεκτικῆς ἀποδείξεως ,ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὴν σκοπὸν συμπεραίνεται ; Τίς ἂν ἐτι συσταίη τῷ κατ 'ἐπίνοιαν λόγῳ ; Τοσαύτης ὁμῆς ἐκ τοῦ στόματος ; αὐτοῦ τὶς ἐπιχειρεῖν τι λέγειν προχειμάνης ; Ἄρ 'οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τοῖς ἐπιχειροῦσι τι λέγειν τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως ,ὡς ἂν μὴ καθ 'ἡμῶν τὴν ἁμάραν ταύτην τῆς λοιδορίας ὑποκινήσειεν ,ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπίους παραφρονίας ἀντιτραχύνεσθαι . Οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ χειριζέσθαι πρὸς τὸν ἑαυτῶν τὸν τρόπον . Ἐπαναληφτέον δὲ τὸν ἐκεῖνον λόγον ,ὡς ἂν κάκειθεν γένοιτο συμμετρία πρὸς τὴν ἀλήθειαν .