Ancient Greek
517.3
Gregorius Nyssenus Theol., Contra Eunomium 517.3
Unproofread scanNot analysed yet
Ταῦτα ὁ εὐσυνεθὴς τὴν διάνοιαν, ὁ τῆς πεφωρημένης συνήθειας κατήγορος, ὁ τοὺς παρηρημένους ἐν δίκῃ τὸν λογισμὸν διασύρων, ταῦτα γινώσκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταῦτας περὶ Θεοῦ τὰς δόξας ἐκτίθεται, ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς, καὶ τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας χαριζομένου προσηγορίας, καὶ τὰ τίμια καθυβρίζοντες τῇ πρὸς τὰ φαῦλα τῶν ὀνομάτων ὁμωνυμίᾳ. Καὶ ἄνθρωπος μὲν τις τῶν πρὸς ἀρετὴν βλέποντῶν ἔξω τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθείς, ὑπ' αἰδοῦς καταδύεται. Θεὸς δὲ πρέπων-σαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαφευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα. Οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέ-λεος καὶ ἀληθινὸς Θεός, φησὶν ὁ Δαβὶδ. Πῶς οὖν ἀληθινός; ὁ τῶν πραγμάτων καταφευδόμενος, καὶ ἐπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεισι τὴν ἀλήθειαν; Εὐθὺς Κύριος ὁ Θεὸς παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται· ἆρ' οὖν εὐθύτητος ἐστὶ τὸ σέμνι-νειν τοῖς τιμιωτάτοις τῶν ὀνομάτων τὰ ἄτιμα, καὶ τὴν ἐπωνυμίαν διδόντα φίλην τῆς ἐμφαινομένης ἀξίας τὸ ῥῆμα βακαίνειν τῇ μετεληφότι τῆς κλήσεως; Αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου Θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλλήτου διαλεκτικῆς ἀγωνίας τὸ πέρας, τὸ δεῖξαι τὸν Θεὸν αὐτῶν καὶ ταῖς ἀπάταις περιτετρύμενον, καὶ τοῦ κατὰ τὸν φθόν-ον πάθους οὐ καθαρευόντος. Ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ' ἐκ τῶν ὑπερεχόντων ἰδίας ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμφετασθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν οὐσίαν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λέξιν τοῖς πρὸς τὸ χρηστόν ὀνομασθεῖσι χαρίζεσθαι, ὀκνεῖν τὴν χάριν, οἷονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. Ἄλλ' ἐγὼ συμβουλεύσαιμ' ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν γνωριστικῶν τοῦ-των Θεὸς τοιοῦτος εἴναι ὑπὸ τῆς τῶν λογισμῶν βίας καταναγκάζεται, μὴ οὕτω καὶ τὸν ἀληθινὸν Θεόν, τὸν Μονογενῆ Θεὸν οἴεσθαι, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν, καὶ τὰ κατ' ἀξίαν ἑκάστῳ προσ-μαρτυρεῖν, καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. Δεῦτε, φησίν, οἱ εὐλογημένοι, καὶ, Πορεύεσθε, οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίων