Ancient Greek
523.2
Gregorius Nyssenus Theol., Contra Eunomium 523.2
Unproofread scanNot analysed yet
Ἔπειτα προῶν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερασθέντος τοῦ λόγου, ἕτερα προχειρίζεται καθ’ ἡμῶν χαλεπώτερα τῶν εἰρημένων, ὡς φησίν, τὰ ἐγκλήματα, καὶ πολλὰ προσγελάσας καὶ προδιαβαλὼν τὸν λόγον, καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι βηθήσεσθαι παραζῶνας, ἐν οἷς δυσσεβέστερά τινα παρ’ ἡμῶν αἰτιάσεται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς ὑπὸ τῶν ἀποδείξεως παρὰ τοῦ Θεοῦ προσήγορίας ταῖς ἐπινοίαις ἡμῶν προσαναπτόντων, οὐχ εἰπόν, τις ἢ τῶν προσήγοριων ἀποκλήρωσις, καὶ πότε καὶ πῶς γεγεννημένη, καὶ ὡς πάντα φωνούντων τὰ πράγματα, καὶ εἰς ταύτην ἀγόντων τοῦ Μονογενοῦς τὴν τε οὐσίαν καὶ τὴν ἐνέργειαν. Οὐδὲν περὶ αὐτοῦ τοῦτο διαλεχθεὶς, οὐδὲ ἀποδείξας πῶς ταύτων εἶναι κατασκευάζεται τῇ οὐσίᾳ παρ’ ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ τὸν αὐτὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὕτω λέγων τοῖς ῥήμασιν· Τέλη δὲ, φησίν, μεταβαίνων ἀπὸ τούτων, καὶ τὸν ἀπὸ πάντων Θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις· καὶ λόγοις ἀπερρύαξαν οἱ ἡμέτεροι λόγοι, καὶ τινὰς ἀποστατεῖ τὰ παρ’ ἡμῶν παραδείγματα, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος, ἀλλ’ ἢ δεῖξαι τὸ συρρετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περιτυπτὼν τὰ ἐν ἀνδράσι τραβίδια, καὶ τῷ στόμφῳ τῶν λεχθέντων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμάζοντων καλλωπιζόμενος, στῆλην καθ’ ἑαυτοῦ τὸν λόγον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. Ἄλλ’ οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. Εἰ δὲ γὰρ μέχρι τούτων ἦν κατ’ αὐτοῦ τὰ ἐγκλήματα, καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων, περὶ μόνον τοῦ λόγου τὴν προφοράν πλημμελεῖν ἐνομίζετο ! Ὡς ἂν’ οὐδὲν ἂν ἦν αὐτῷ πρὸς ἔπαινον ἢ διαβολήν, τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. Ἡ δ’ οὖν ἀκολουθία τῶν παρ’ αὐτοῦ καθ’ ἡμῶν, καὶ τοῦτο προστίθησιν.