Ancient Greek
527.58.10 to 527.58.15
Gregorius Nyssenus Theol., Contra Eunomium 527.58.10-15
Unproofread scanNot analysed yet
Νυνὶ δὲ τῶν ἐγγινομένων ἡμῖν νοημάτων, διὰ τὸ τὸ σαρκίνην περίβολὴν τὴν φύσιν ἡμῶν περιείργεσθαι, φανερωθῆναι μὴ δυνάμενων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποίας τῶν ὀνομάτων ὑφάσεις ἐπιβάλλοντες, δι’ ἑκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημιοῦσόμεν. Εἰ δὲ πως ἦν ἀπογυμνοῦν ἐξέρος τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περίοδικὴν τῶν ὀνομάτων ὑπηρεσίαν ἐάσαντες, τηλαυγέστηρον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγενόμεθα, αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες. Νυνὶ δὲ τοῦτο χάριν τὴν μὲν τινὶ τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν, καὶ ἄλλῳ ἄλλο τι. Καὶ τὸ πρὸς τί πως ἔχειν, ἢ τὸ ἐνεργεῖν, ἢ τὸ πάσχειν, πάντα ταῦτα ἰδιαζούσαι ἐπισημαίνομεθα ταῖς φωναῖς· ὡς ἂν μὴ ἀχοινώνητός τε καὶ ἀγνώστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. Ἡ δὲ ὑπερχοσμιος ἐκεῖνη καὶ ἄυλος φύσις, τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος, οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δεῖται ἢ ῥημάτων, ἀλλ’ εἴπω καὶ μνημονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς Βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκούοντων τὸ