Ancient Greek
530.1
Gregorius Nyssenus Theol., Contra Eunomium 530.1
Unproofread scanNot analysed yet
πλάσμα ζωοπλαστής, μόνῳ τῷ ἐφεῖναι τὴν φύσει τὸν λόγον, πλάσῃ τὴν δύναμιν τὴν λογικὴν ἐναπέθηκεν. Καὶ ὡςπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλάσαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες, παρ’ αὐτῶν πρὸς τὸ πέφυκε τῶν αἰσθητηρίων ἐν ἑκάστῳ, πρὸς τοῦτο χεχρήμεθα, καὶ οὐ δεόμεθα, οὔτε τοῦ τὰ χρώματα κατονομαζόντος, ὅν ἡ ὄψις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδάσκαλος), οὔτε ὧν διὰ τῆς ἀκοῆς, ἢ διὰ τῆς γεύσεως, ἢ διὰ τῆς ἀφῆς αἰσθόμεθα, ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἷονθεν ἔχοντες ἑκάστου κατ’ αἴσθησιν ἐγγενόμενον ἡμῖν τὸ κριτήριον. Οὕτω φαμέν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ Θεοῦ γενομένην, ἀφ’ ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι, καὶ πρὸς τὰ πράγματα βλέπειν· καὶ ὡς ἂν μηδεμιᾶν σύγχυσιν ἢ γνῶσις πάθῃ, καθάπερ σήμαντρα τινὰ τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ τῶν πραγμάτων ἐπιβάλλειν. Πιστοῦται δὲ τοῦ τοιούτου δόγματος καὶ ὁ μέγας Μωϋσῆς, ἐπιών παρὰ τοῦ Ἄδαμ ἐπιθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὕτω γράφας τῷ ῥήματι· Καὶ ἐκάλεσεν ὁ Θεὸς ἐκ τῆς τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀνθρώπου, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἄδαμ ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἄδαμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. Καὶ ἐκάλεσεν Ἄδαμ ὀνόματα πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ κτήνεσι, καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀνθρώπου.