Ancient Greek
531.1
Gregorius Nyssenus Theol., Contra Eunomium 531.1
Unproofread scanNot analysed yet
μάδιον τὰς τῶν ὀνομάτων διαφορὰς, ὅσαι κατὰ ἔθνος περὶ τε οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων ὁμοῦ τυγχάνουσιν. Ποῖον οὖν, εἰπέ μοι, τούτων προσφυὲς ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ Θεοῦ διαδείκνυται; Ἄν δὲ Ἑλληνικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεται σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος. Κἄν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νεῖμῃς, ἀντιπαραξήσει ὁ Σύρος τὴν ἰδίαν φωνήν, οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων ὑφῆσται· καὶ ὁ Μήδος, οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεῖν· καὶ ἐκ τῶν λοιπῶν ἔθνῶν ἕκαστον τὰ ἑαυτοῦ ἀξιώσει πρωτεύειν. Τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; Ἄλλ᾽ ἐκ τούτων, φησὶ, καθάπερ νόμων ἁμαρτῶς κειμένων, δηλοῦται τὸ τὸν Θεὸν ταῖς φύσεσιν κρεποῦσας καταλλήλους ποιεῖσθαι τὰς πρὸς αὐτὰς. Ὦ τῆς μεγαλοφροσύνης τοῦ δόγματος! οἷας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανευταῖς φθονοῦσιν οἱ ἄνθρωποι! Καὶ γὰρ ἐκείνοις συγχωροῦσιν ὀνοματοποιίας ἐνεργείας, περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδὲς αὐτοῖς ἰσοθέοις τιμαῖς ἀπεσέμνυνεν, ὅτε ποδόνιπτρα, καὶ ψιλδέτερα, καὶ χειρόμακτρα, καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ᾽ αὐτοῖς προσηφάνισται, προσφυῶς δηλοῦντα τὴν ἐμφάσιν τῶν ῥημάτων τὸ ὑποκείμενον.