Ancient Greek
532.1
Gregorius Nyssenus Theol., Contra Eunomium 532.1
Unproofread scanNot analysed yet
περὶ Θεοῦ ὑπολήψεντος. Οἱα χαρίζεται τῷ Θεῷ ὁ γαννάδας, τὰ τῆς ποιητικῆς ἐξουσίας εὐρήματα τῷ Θεῷ προσάπτων. Ὥστε διὰ τοῦτον σεμνῶσιν τοὺς ἀνθρώπους καὶ ὑψηλότερον τὸν Θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύσιν οἱ Εὐνομίῳ μαθητευόμενοι, τὸ Λικριφὶς, καὶ τὸ Κάρχαρες, καὶ τὸ Εὐράξ, καὶ τὸ Κέκαδε, καὶ τὸ Φοχεῖρι, καὶ Σίζε, καὶ Δούπεσε, καὶ Κανχίζε, καὶ Σμερδαλὸν κονδύις, καὶ Λίγξε, καὶ Ἰαχε, καὶ Μερμήριζε, καὶ πάντα τὰ τοιαῦτα, ὅτι οὐ κατ’ ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιητὰ διεξέρχονται, ἀλλὰ παρ’ αὐτοῦ τοῦ Θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγοῦμενοι τοῖς μέτροις ἐνεῖρονται. Παιρεῖδω καὶ ταῦτα, καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἀμαχὸν ἐπιχείρημα, τὸ τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι τὴν γραφικὴν ἱστορίαν, καὶνὰς ἐπεξευρόντας φωνάς. Εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις, καὶ οὔπω τῇ χείρι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ’ αὐτῶν ἐπισχεῖσθαι τὴν τοῦ λείποντος πλήρωσιν. Εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεξὴς καὶ τελεία, κατὰ τὴν λογικὴν τε καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἐπὶ κατὰ τὸ εὐχολον ἐπίστροφη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου, τὸ τοὺς ἁγίους καταρᾶσαι φωνῶν ἢ ῥημάτων; Ἡ εἰ μὴ τοῦτο ἔχομεν ἀποδεῖξαι, ἰκανὴν ἑαυτῇ κρίνειν ἀπόδειξιν τοῦ τὸν Θεὸν ἡμῖν νομοθετηθῆναι τὰς τοιαύτας συλλαβὰς καὶ τὰ ῥήματα.