Ancient Greek
539.1 to 539.37
Gregorius Nyssenus Theol., Contra Eunomium 539.1-37
Unproofread scanNot analysed yet
Σωπῶ τὸ βλάσφημον, ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν Μονογενῆ Θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις, παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν Υἱὸν τοῦ Θεοῦ καταχῶν. Ἄλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετεστέροις τῶν ἀκροατῶν προσθῶμεν τῷ λόγῳ. Παρὰ τῶν αἰώνων προέχει Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ Θεῷ τὰ πρεσβεῖα. Τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία. Πρόξενος Θεοῦ ἄνθρωπος γίνεται, καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; Τίς ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεγδατία; εἰ τὸ ὑπερεκπίπτον τὴν διαστηματικὴν τῶν αἰώνων παράτασιν, ἐφ' ἑκάτερα τῆς θείας οὐσίας κεφαvani- κοῖς τισιν ὀνόμασιν ὁ διδάσκαλος εἶπεν σημαίνεσθαι· ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ Ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς ἔχοντος τέλος· ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημαίνθηναί τῆς ὑπολήψεως. Καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνωτέρον, ἀναρχον λέγεσθαι καὶ ἀγέννητον· τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάζειν καὶ ἀφθαρτον· ταῦτα πορισμὸν καὶ προξενίαν καὶ τὰ τοιαῦτα ληρήματα οὐκ αἰσχύνεται γράφειν· ἀλλὰ καὶ διχοτομεῖσθαι παρ' ἡμῶν φησι τοὺς αἰῶνας, ὡσπερ οὐκ ἀνεγνωκὼς ἂ παρέθετο· ἢ ὡς ἐν ἐπιλήμοσι τῶν λεγομένων, τὸν ἑαυτοῦ λόγον διατιθεῖς. Τί φησιν ὁ διδάσκαλος; Ἔαν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες, τὸ ἀπεριγράπτον τῆς αἰδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγολία, τὸ τοιούτον διαστημαίνωμεν νόημα· καὶ εἰς τὸ ἐφεξῆς τὴν διδίανον τρέψωμεν, καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ Θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν δίδιαναν ταύτην διερμηνεύσωμεν. Ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀδιόρητον τοῦ Θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαίνομένην, καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν, καὶ μηδενὶ διαστήματι μετρού- μενην, τοὺς κατὰ δύναμιν ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν; Ἐπειδή γὰρ ἡ ἀνθρωπίνη ζωὴ δια- στηματικῶς κινουμένη, ἀπὸ τινὸς ἀρχῆς εἰς τι τέλος