Ancient Greek
539.55
Gregorius Nyssenus Theol., Contra Eunomium 539.55
Unproofread scanNot analysed yet
Εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αίωνων ἐπιθρυλεῖται τοῖς; Εἰ μὴ καὶ τὴν ἁγίαν Γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ Εὐνόμιος λέγει, τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαλνοῦσαν, τοῦ μὲν Δαυὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑπομνησάντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰώνας ἐκτεινομένην τοῦ Θεοῦ βασιλείαν δείξαντος, ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδάξαντος ὅτι πᾶν διαστηματικὸν διάφωρα ἐντὸς τῆς θείας φύσεως περιεληφται, τῇ ἀπειρίᾳ τοῦ πᾶν περιέχοντος ἀπανταχόθεν ἐμπερατουμένου; 'Ο μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἕξης βλέπων, βασιλεύειν αὐτὸν φησι τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἕτι. 'Ο δὲ μέγας Δαβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν, εἶπεν· 'Ὁ δὲ Θεὸς βασιλεύει ἡμῶν προαἰώνιος· καὶ πάλιν· Εἰσακουσεται ὁ Θεὸς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. 'Αλλ' ὁ σοφὸς Εὐνόμιος ἐξέφυσι φράσεις τοῖς τῆλικούτοις καθηγηταῖς, ἄλλην φησὶν ἡμᾶς λέγειν τὴν ἀναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον· πάλιν καὶ αἰώνων τινῶν ἑτερότητάς B καὶ διαφορὰς, συνδιασχιζούσας τῇ ἐτερότητι ἑαυτῶν καὶ τὴν περὶ Θεοῦ φαντασίαν. 'Αλλ' ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προσθῶμεν ἀδιαμαρτον καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν, ἰκανὴν οὖσαν δι' ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλωτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν.