Ancient Greek
560.1
Gregorius Nyssenus Theol., Contra Eunomium 560.1
Unproofread scanNot analysed yet
ἡ ὑπερκειμένη φύσις ἔχειν δοκοῦν, τοῖς ἀχωριστικοῖς τῶν τοιούτων νοήμασι τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήσθαι φύσεως. Τὸ ὑπέρανω τῶν αἰώνων, προαιώνιον λέγοντες, καὶ τὸ ὑπὲρ ἀρχῆν, ἀναρχον, καὶ τὸ μὴ τελειούμενον, ἀτελεύτητον, ἀσώματον τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μὴ φθειρόμενον ἀφθαρτον, καὶ τὸ τροπῆς ἢ πάθους, ἢ ἀλλοιώσεως ἀνειληκτον, ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον. Τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων, τεχνολογούντων μὲν ὅπως ἂν ἡ φίλον αὐτῶν οἱ βουλόμενοι, καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμόζοντων στερητικὰ, ἢ ἀφαριστικὰ, ἢ ὅτι φίλον αὐτοῖς ὀνομάζοντες.