Ancient Greek
561.2
Gregorius Nyssenus Theol., Contra Eunomium 561.2
Unproofread scanNot analysed yet
Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ Θεοῦ καθ’ ὃν ἂνποτε τύπον ἐκφωνούμενων ταῦτα γινώσκομεν, ὧν τὴν ἔκθεσιν ἀκατάσκευον τε καὶ ἀπλὴν τοῖς εὐγνώμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας ἀσχηλὸν ἂμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντιχαιλίστασθαι. Τί γὰρ ἂν τις εἴποι τῷ λέγοντι τόπον τῶν ὀνομάτων κυριώτερον ἡμᾶς ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δηγομένων προνομίαν, καὶ τοῖς ἀνίσους ἰσοτιμίαν; Ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. Κρινέτω δὲ ὁ κρίνειν ἐπισκεψάμενος, εἰ τι καίριον ἢ σοφὸν τοῦ συκοφάντου κατηγορία καθ’ ἡμῶν ἔχει, ἐφ’ ᾧ καὶ ἀπολογησάσθαι ἄξιον, ὅτι δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδως καθ’ ἑαυτὸ ὑπάρχειν ἔχει, ἀλλὰ γνῶρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ’ ἑαυτοῦ μήτε ὑπάρχον, μήτε νοούμενον.