Ancient Greek
88.2
Gregorius Nyssenus Theol., Contra Fatum 88.2
Unproofread scanNot analysed yet
Ταῦτα δὲ μου διεξιόντος, καὶ διὰ τῶν τοιούτων νοημάτων πρὸς τὸ ἀτοπον τὸν λόγον ἐκβάλλοντος, ἐπιχώρις μεταξὺ διὰ καταφοράς προῦντα τὸν λόγον ὁ προσδιαλεγόμενός μοι φιλόσοφος, Τί μάχη, φησί, τῇ ἐνεργείᾳ; τί δὲ οὐχ ἕπη τοῖς διὰ τῶν ἀριθμῶν παρατετηρηκόσι τῶν τῶν ὅλων ἀληθεῖαν, οἵς εἰ πρὸς ἀκριβείαν ἢ ὥρα ληφθεῖν τῆς τοῦ ἀποχυνθέντος γεννήσεως, πᾶσαν δι’ ἀκολουθίαν τὴν ζωὴν τοῦ τεχθέντος προαγορεύουσι· τὸν χρόνον, τὸν τρόπον, τὰ τῶν ἰδίων ἰδιώματα, τὰς κινδυνώδεις περιστάσεις, γάμους καὶ παιδοποιίας καὶ ἀξιωμάτων ἐπιτυχίας, ἢ καὶ τὸ ἐμπαλιν, ἀπαιδίας καὶ νόσους, καὶ ἀτιμίας, καὶ βραχύτητα βίου, καὶ τὰ ἐν πενίας χακᾶ; Τούτων οὖν δι’ ἀκριβείας προσημάνθέντων, καὶ τῇ ἐκτάσει τῆς ἀληθείας μαρτυρηθείσης· τίς ἐστι σοὶ λόγος ἐστὶν ἀπι-