Ancient Greek
102.2
Gregorius Nyssenus Theol., De Anima [Sp.] 102.2
Unproofread scanNot analysed yet
Σενοχράτης οὕτω συνέην· εἰ δὲ μὴ τρέφεται, οὐ σῶμα ἡ ψυχή· καὶ ταῦτα μὲν κοινῇ πρὸς πάντας τοὺς λέγοντας σῶμα εἶναι τὴν ψυχήν· ἰδίᾳ δὲ πρὸς τοὺς δοξάζοντας αἷμα ἢ πνεῦμα εἶναι τὴν ψυχήν· ἐπειδὴ τοῦ πνεύματος ἢ τοῦ αἵματος χωριζομένου, νεκροῦται τὸ ζῷον. Οὐχ ἐκεῖνο ῥητέον, ὅπερ τινὲς τῶν οἰόμενων εἶναι τι μέρος, γεγραφήσθαι λέγοντες, Οὐκοῦν ὅταν ἀπορρὴ τὸ αἷμα, μέρος ἀπερρὴ τῆς ψυχῆς. Κουφολογία γὰρ τοιούτων· ἐπὶ γὰρ τῶν ὁμοιομερῶν, καὶ τὸ ὑπολειπόμενον μέρος, ταὐτὸν ἐστὶ τῷ παντὶ. Ὕδωρ γοῦν καὶ τὸ πολὺ καὶ τὸ βραχύτατον, ὁμοίως καὶ ἀργυρος καὶ χρυσός, καὶ πάντα ὧν τὰ μέρη οὐ διαλλάττει ἀλλήλων κατ’ οὐσίαν. Οὕτως οὖν καὶ τὸ