Ancient Greek
109.2
Gregorius Nyssenus Theol., De Anima [Sp.] 109.2
Unproofread scanNot analysed yet
D Τὰ μὲν οὖν τῶν παλαιῶν δόγματα περὶ ψυχῆς τοιαῦτα. Εὐνόμιος δὲ ὡρίσατο τὴν ψυχὴν οὐσίαν ἀσώματον, ἐν σώματι κτισμένην· συμφωνίας ὁμοῦ Πλάτωνι καὶ Ἀριστοτέλει. Τὸ μὲν οὖν ἀσώματον ἐκ τοῦ Πλάτωνος εἴληφε· τὸ δὲ ἐν σώματι· κτισμένην, ἐκ τῆς Ἀριστοτέλους διδασκαλίας· οὐκ ἐννοήσας, καὶ περ ὁξὺς ὢν, ὅτι συνάγει εἰς ταῦτό πειρᾶται τὰ ἀσύμβατα· πᾶν γὰρ τὸ γένεσιν ἔχον, σωματικὸν ὁμοῦ καὶ χρονικόν, φθαρτὸν ἐστὶ καὶ θνητόν· συνάδει δὲ τούτῳ καὶ τὰ Μωυσέως. Τὴν γὰρ ὕλην πάντων γένεσιν ὑποτίθεται, ὡς δοξάζουσιν οἱ τοῦ Πλάτωνος