Ancient Greek
263.2
Gregorius Nyssenus Theol., De Mortuis Non Esse Dolendum 263.2
Unproofread scanNot analysed yet
Τῶν δὲ στοιχείων πρὸς τὴν τῶν ἀπ’ ἀλλήλων διάλυσιν φυσικῶς ἐπὶ τὸ συγγενὲς τε καὶ οἰκεῖον ἀφελχομένων, ἀνδεται, κατ’ ἀνάγκην λυομένη τε καὶ σχιζομένης τῆς συμφυίας, ἡ αἴσθησις συνίσταται δὲ τῇ αἰσθήσει τὸ διανοητικὸν τῆς ψυχῆς πρὸς τὸ ἀελυποῦν ἐκ συνθείας ἐπικλινόμενον. Τότε οὖν ὁ νοῦς δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν ἔξω γένηται τῆς μάχης τῆς ἐν τῇ συμπλοκῇ τῶν ἀντιστοιχούντων συνισταμένης. Ἐπειδὰν γὰρ ἡ ἡ ψυχρόν ἡττηθῇ τοῦ θερμοῦ κατισχύσαντος, ἢ τὸ ἔμπανιν φεύγῃ τὸν πλεονασμὴν τῆς ψύσεως ἢ θερμότης, τῷ τε ξηρῷ διὰ τῆς ἐπιχράσεως τὸ ὑγρὸν ὑποχωρήση, ἢ διαλυθῇ τοῦ ξηροῦ τὸ πάγιον ἐν τῷ πλεονασμῷ τῆς ὑγρότητος, τότε τοῦ ἐν ἡμῖν πολέμου διὰ τοῦ θανάτου λυθέντος, εἰρήνην ὁ νοῦς ἄγει, καταλιπὼν τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς τῶν στοιχείων πρὸς ἀλλὰ παρατάξεως ἔξω γενομενος, καθ’ ἑαυτὸν ζῇ, πεπονχυλὼν ἐν τῇ τοῦ σώματος