Ancient Greek
62.1
Gregorius Nyssenus Theol., De Pythonissa Ad Theodosium Episcopum 62.1
Unproofread scanNot analysed yet
αἰτῶν γοητείας τὴν ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. Ἐγὼ δὲ πρὸς τὸ εὐαγγελικὸν χάσμα βλέπων, ὃ διὰ μέσον τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστήρικται, φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ πατριάρχου Κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ τὴν τῶν δικαίων ἄνεσιν ἀναβῆναι, καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπεράσαι· οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ Εὐαγγέλιον. Ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουὴλ, πονηρὸν δὲ κτῆμα τὰ ἐναντία μετάστασις. Εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ’ ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον.