Ancient Greek
64.1
Gregorius Nyssenus Theol., De Pythonissa Ad Theodosium Episcopum 64.1
Unproofread scanNot analysed yet
ἐν τοῖς αὐχμοῖς ἀποξηραινομένου, ἄλλης τῷ προφήτῃ μὴ εὑρισκομένης πρὸς τὴν ἰδίαν παραμυθίας, διὰ τὸ ἀπειρῆσθαι αὐτῷ ἀλλάχοθεν πιεῖν, ἐπάναγκες ἦν αἰτῆσαι τὸν ὄμβρον, ἵνα μὴ ἐπιλείπῃ τὸ ὕδωρ τὸν χείμαῤῥον· γίνεται δὲ τῷ προφήτῃ παρὰ τῶν κοράκων ἡ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων διακονία, δεικνύντος διὰ τούτων τοῦ Θεοῦ τῷ προφήτῃ, ὅτι πολλοί εἰσιν οἱ παραμεμενηκότες τῇ τοῦ Θεοῦ ἀληθινοῦ λατρείᾳ, ὅθεν ἐχορηγεῖτο διὰ τῶν κοράκων ἡ τροφὴ τῷ προφήτῃ· οὐ γὰρ ἂν τῶν μεμιασμένων αὐτῷ προῆγον ἄρτων, ἢ τὸ εἰδωλόθυτον κρέας. Ὥστε καὶ διὰ τούτων ἐναχθῆναι τὸν Ἠλίαν, καθυφεῖναί τι τοῦ κατὰ τῶν ἠσεβηκότων θυμοῦ, μαθόντα διὰ τῶν γινομένων, ὅτι πολλοί εἰσιν οἱ πρὸς τὸν Θεὸν ὁρῶντες, οὓς οὐκ ἔστι δίκαιον συγκαταδικασθῆναι τοῖς ὑπαιτίοις. Εἰς δὲ πρωῒ μὲν ὁ ἄρτος, ἐν δὲ τῇ ἑσπέρᾳ τὸ κρέας αὐτῷ διακονεῖται. Ἴσως δι’ αἰνίγματος πρὸς ἄνδρατον βίον σπουδὴν τὸ γινόμενον ἔχει, ὅτι χρὴ ἀρχομένοις τῶν τελειοτέρων, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅς φησιν, ὅτι Τελείων δὲ ἐστὲ· ἢ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γενησωσομένα ἐχόντων. Τὸ δὲ κάλυμμα τοῦ Μωϋσέως οὐκ ἀγνοήσεις πρὸς ὃ τι βλέπει, τῇ πρὸς Κορινθίους Ἐπιστολῇ Παύλου καθομιλήσας. Ὅσα δὲ περὶ τῶν θυσιῶν ἐπεζήτησας, καλῶς ποιήσεις ὅλον τὸ Λευϊτικὸν φιλοπονώτερον ἐξετάσας, καὶ μετὰ πλείοσας τῆς προσεδρίας καθολικῶς τὸν ἐν τούτοις θεωρήσας νόμον. Οὕτω γὰρ συγκατανοηθήσεται τῷ ὅλῳ μέρος· ἐφ’ ἑαυτοῦ γὰρ τοῦτο μόνον οὐκ ἂν διευκρινηθείη πρὸ τῆς τοῦ παντὸς θεωρίας. Ἐν δὲ τοῖς περὶ τῆς ἀντικειμένης δυνάμεως ἐπηπορημένοις πρόδηλός ἐστιν ἡ λύσις, ὅτι οὐχ ἁπλῶς ἄγγελος, ἀλλ’ ἐν ἀρχαγγέλοις ἦν τεταγμένος ὁ ἀποστάτης γενόμενος. Δῆλον οὖν ὅτι τῇ ἀρχῇ συνενδείκνυται καὶ τὸ ὑποχείριον τάγμα, ὥστε λελύσθαι τὴν ζήτησιν περὶ τοῦ πῶς εἷς ἦν καὶ μετὰ πλήθους ἐστί· τῆς γὰρ ὑποχειρίου στρατιᾶς αὐτῷ συναποστάτης, σεσαφήνισται τὸ ζητούμενον. Τὸ δὲ τελευταῖον τῶν ἐπιζητηθέντων κεφάλαιον, λέγω δὴ τὸ, πῶς παραγίνεται τὸ Πνεῦμα πρὸ τοῦ βαπτίσματος, πλατυτέρας ἐξετάσεώς τε καὶ θεωρίας δεόμενον, ἰδίῳ περιγράψαντες λόγῳ, Θεοῦ διδόντος, ἀποστελοῦμέν σου τῇ τιμιότητι.