Ancient Greek
166.1
Gregorius Nyssenus Theol., De Virginitate 166.1
Unproofread scanNot analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΡΕΠΤΙΚΗ ΕΙΣ ΤΟΝ ΚΑΤ' ΑΡΕΤΗΝ ΒΙΟΝ. Ο μὲν σκοπὸς τοῦ λόγου ἐστίν, ἐπιθυμίαν τῆς κατ' ἀρετὴν ζωῆς τοῖς ἐντυγχάνουσι ἐμποιῆσαι· πολλῶν δὲ τῷ κοινοτέρῳ βίῳ, καθὼς ἄνῳμασεν ὁ θεῖος Ἀπόστολος, τῶν περισπασμῶν ἐγχειμένων, ἀναγκαίως ὁ λόγος, ὥσπερ τινὰ θύραν καὶ εἴσοδον τῆς σεμνοτέρας διαγωγῆς, τὸν τῆς παρθενίας ὑποτίθεται βίον, ὡς οὔτε τοῖς ἐμπλακεῖσι τῇ τοῦ βίου κοινότητι ῥάδιον τὴν καλὴν ψυχᾶν προσφιλοσοφεῖν τῇ θειοτέρᾳ ζωῇ, καὶ τοῖς ἀποταξαμένοις πάντα τῷ ταραχώδει βίῳ, πολλῆς εὐκολίας οὖσης ταῖς ὑψηλοτέrais ἀσχολίαις παραδρεύειν ἀπερισπάτως. Καὶ ἐπειδή καλὴ αὐτὴν πως ἀργότερα πρὸς τὸ πείθειν ἐστὶν ἡ συμβουλή, καὶ οὐκ ἄν τις ῥαδίως ὑπαγάγοιτο τινὰ ψυχὴν τῷ λόγῳ πρὸς τι τῶν ἀφελούντων ἐγκλευόμενος, εἰ μὴ πρῶτον ἀποσαμύνειν ἐκεῖνο, πρὸς ὃ τὸν ἀκροατὴν παραρμᾶ· τούτου χάριν ἀπὸ τῶν ἐγκωμίων τῆς παρθενίας ἀρξάμενος, οὕτως εἰς τὴν συμβουλήν καταλήγει. Μᾶλλον δὲ πως τοῦ ἐν ἑκάστῳ καλοῦ, καὶ διὰ τῆς παραθέσεως τῶν ἐναντίων φανερουμένου, ἀναγκαίως καὶ τῆς δυσχερείας τοῦ κοινοτέρου βίου μνήμη τις γέγονεν. Εἶτα εὐμεθόδως ὑπογραφὴ τις παρεῖσῆχθη τοῦ κατὰ φιλοσοφίαν βίου, καὶ τὸ μὴ δύνασθαι τοῦτο τυχεῖν τὸν ἐν κοσμικαῖς ὄντα φροντίσι, κατεσκευάσθη. Τῆς δὲ σωματικῆς ἐπιθυμίας ἀργύσης ἐν τοῖς ἀποταξαμένοις, ἀκολούθως ἐπεξήθη τί τὸ ἀληθῶς ἐπιθυμητόν. Οὐ χάριν καὶ τὴν ἐπιθυμητικὴν δύναμιν παρὰ τοῦ Δημιουργοῦ τῆς φύσεως ἡμῶν ἐλάβομεν. Τούτου δὲ τοῦ δσον οὖν τε ἤν ἐκκαλυφθέντος, ἐφάνη ἀκολούθως καὶ τινὰ μέθοδον πρὸς τὸ τυχεῖν τούτου ἐπινοῆσαι τοῦ ἀγαθοῦ. Εὑρέθη τοίνυν ἀληθῆς παρθενία, ἡ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρούσα, πρὸς τὴν τοιαύτην ἐπινοιαν ἐπιτηδεῖως ἔχουσα· ὥστε πάντα τὸν διὰ μέσου λόγον, χὴν πρὸς ἕτερα τινὰ βλέπειν δοκή, πρὸς τὸ τῆς παρθενίας συντελεῖν ἐργώμεν. Τὰς δὲ μερικὰς ὑποθήκας τοῦ τοιούτου βίου, ὅσαι τοῖς ἀκριβῶς μετοῦσι τὴν σεμνότητα ταύτην ἐπετμηδεύσασιν, φεύγων τὴν ἀμετρίαν ὁ λόγος παρέδραμε, καθολικῶς τε διὰ τῶν γενικωτέρων παρα-