Ancient Greek
167.4
Gregorius Nyssenus Theol., De Virginitate 167.4
Unproofread scanNot analysed yet
ἄγγελμάτων προσαγαγὼν τὴν παραίνεσιν, ἔμπεριελήφε τρόπον τινὰ τὰ καθέκαστον· ὡς μήτε τι παραῖδει τῶν ἀναγκαίων, καὶ τὴν ἀμετρίαν φυλάξασθαι. Ἔθους δὲ πᾶσιν ὄντος, προθυμοῦσθαι ἀντιλαμβάνεσθαι παντὸς ἐπιτηδεύματος, εἰ τινὰς ἐν ἐκείνῳ προευδοκιμήσαντας ἴδοι, ἀναγκαίως καὶ τῶν ἐν ἀγαλμὰ διαλαμπάντων ἁγίων μνήμην ἐποιήσάμεθα. Καὶ ἐπειδὴ μὴ τοσοῦτον τὰ ἐν τοῖς διηγήμασιν ὑποδείγματα δύνανται πρὸς κατορθωσιν ἀρετῆς, ὅσον ἡ ζῶσα φωνή, καὶ τὰ ἐνεργούμενα τῶν ἀγαθῶν ὑποδείγματα· ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου, τοῦ θεοσεβεστάτου ἐπισκόπου καὶ Πατρὸς ἡμῶν ἐπεμνήσθην, ὡς μόνου δυνατοῦ ὄντος τὰ τοιαῦτα παιδεύειν. Ἡ δὲ μνήμη οὐκ ἐπ' ὀνόματος γέγονεν, ἀλλὰ διὰ τινων γνωρισμάτων τὸ ἐκεῖνον εἶναι τὸ δηλούμενον ὁ λόγος ἠνέγνω· ἵνα μὴ τοῖς μετὰ ταῦτα καθομιλοῦσι τῷ λόγῳ ἀνόνως ἡ συμβουλή εἶναι δοξή, τῷ παρελθόντι τὸν βίον προσφοιτῶν τοὺς νέους ἐγκειλούσα· ἀλλὰ πρὸς τοῦτο βλέποντες μόνον, οἷον εἶναι προσήκει τὸν τοιούτου βίου καθῃγῆτην, ἐκλέγωσι τἄντοὺς εἰς ὁδηγούς τοὺς ἀπὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος εἰς προστασίαν τῆς κατ' ἀρετὴν πολιτείας ἀναδεικνυμένους· ἡ γὰρ εὐρήσουσι τὸ ζητούμενον, ἡ οἷον χρή εἶναι οὐκ ἀγνοήσουσιν.