Ancient Greek
168.2
Gregorius Nyssenus Theol., De Virginitate 168.2
Unproofread scanNot analysed yet
C ΚΕΦΑΛ. Β'. Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως κατορθώμα ἐστὶν ἡ παρθενία. Συνέσεως γὰρ ἡμῖν χρεία πολλῆς, δι’ ἧς ἐστι γνῶναι τὴν ὑπερβολὴν τῆς χάριτος ταύτης, ἥτις συνεπινοεῖται μὲν τῷ ἀφάρτῳ Πατρὶ· ὁ δὲ καὶ παράδοξον, ἐν Πατρὶ παρθενίας ὑποληφθῆναι, τῷ τε Υἱῷ ἔχοντι, καὶ διὰ πάθους γεννησαμένῳ· τῷ δὲ Μονογενεῖ Θεῷ τῆς ἀφθαρσίας χορηγῷ συγκαταλαμβάνεται, ὁμοῦ τῷ καθαρῷ καὶ ἀπαθεῖ τῆς γεννήσεως αὐτοῦ συνεχλάμψασα. Πάλιν τὸ Ἰσον παράδοξον, Υἱὸς διὰ παρθενίας νοούμενος. Ἐνθεωρεῖται δὲ ἀσωμάτως καὶ τῇ τοῦ ἁγίου Πνεύματος φυσικῇ καὶ ἀφάρτῳ καθαρότητι. Τὸ γὰρ καθαρόν καὶ ἀφάρτον ὀνομάζας, ἄλλῳ ὀνόματι τὴν παρθενίαν ἐσημάνας. Πᾶσῃ δὲ τῇ ὑπεροχῇ φύσει συμπολιτεύεται, διὰ τῆς ἀπαθείας συμπαροῦσα ταῖς ὑπερεχούσαις δυνάμεσιν, οὔτε τινὸς τῶν θείων χωριζομένη, καὶ οὐδενὸς τῶν ἐναντίων προσπομένη. Πάντα γὰρ ὅσα καὶ φύσει [καὶ] προσαίρεσι πρὸς ἀρετὴν νένευκεν, τῷ καθαρῷ πάντως ἐνωριάζεται τῆς ἀφθαρσίας· καὶ ὅσα πάντα εἰς τὴν ἐναντίαν ἀποκλίνει τάξιν, τῇ ἀποπτώσει τῆς καθαρότητος τοιαῦτά ἐστι καὶ ἐνομάζεται. Τίς οὖν ἐξαρκεῖς δύναμαι λόγῳ τῇ τοσαύτῃ χάριτι παρισωθῆναι; Ἡ πῶς οὐ φοβεῖσθαι χρεῖ, μὴ διὰ τῆς τῶν ἐπαίνων σπουδῆς λυμηθῇται τις τὸ μεγαλεῖον τοῦ ἀξιώματος, ἐλάττω τὴν περὶ αὐτοῦ δόξαν τῆς προειλημμένης τοῖς ἀκροαταῖς ἐμποίησαι; Οὐκοῦν καλῶς ἔχει, τοὺς μὲν ἐγκωμιαστικούς λόγους ἐπὶ ταύτης ἐξ, ὡς ἀμήχανον ταῖς ὑπερβολαῖς τῆς ὑποθέσεως συνεπάραι τὸν λόγον· ὡς καὶ ἐστι δυνατὸν ἀεὶ μεμνηθῆναι τοῦ θείου χαρίσματος, καὶ ἐπὶ