Ancient Greek
170.4
Gregorius Nyssenus Theol., De Virginitate 170.4
Unproofread scanNot analysed yet
Ἡμεῖς δὲ καθάπερ οἱ τῆς πολιτείας τοῦ πλούτου τὴν ἑαυτῶν παραθεωροῦντες πενίαν, πλεῖον ἀνιῶνται τοῖς παροῦσι καὶ δυσχεραίνουσι· τὸν αὐτὸν τρόπον ὅσων πλέον τῆς παρθενίας πλούτου ἐπιγιγνώσκομεν, τοσούτῳ μᾶλλον οἰκτείρομεν τὸν ἄλλον βίον, διὰ τῆς τῶν βελτιδίων παρεξάστασις, οἷον καὶ ὅσον πτωχεύει καταμανθάνοντες. Οὐ λέγω μόνον ὅσα ὑστερον τοῖς κατ’ ἀρετὴν βεβιωκόσιν ἀπόκειται, ἀλλὰ καὶ ὅσα τῆς παρούσης ἐστὶ ζωῆς. Εἰ γὰρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι τοῦ βίου τούτου τὸ πρὸς τὴν παρθενίαν διάφορον, τοσαύτην εὑρήσει τὴν διαφοράν, ὅση σχεδὸν πρὸς τὰ ὀφράνια τῶν ἐπιγείων ἐστίν· ἔξεστι δὲ γνῶναι τὴν τοῦ λόγου ἀλήθειαν, αὐτὰ διασκεψαμένους τὰ πράγματα. Πόθεν δὲ τις ἀφάμνος ἐπαξίας ἂν τὸν βαρυν τοῦτον ἐκτραγῳδήσειεν; Ἡ πῶς ἂν τις τὰ κοινὰ τοῦ βίου ὑπ’ ἑλιν ἀγάοι κακὰ, ὁ πάντες μὲν οἱ ἄνθρωποι διὰ τῆς πείρας γινώσκουσιν ,οὐκ οἶδα δὲ ὅπως ἐν αὐτοῖς τοῖς εἰδόσιν αὐτὰ λανθάνειν ἡ φύσις ἐμπαγχανῆσατο, ἔχουσίς τῶν ἀνθρώπων ἐν οἷς εἰσὶν ἀγνοοῦντων; Βουλεῖ ἀπὸ τῶν ἡδίστων ἀρξάμεθ; Οὐκοῦν τὸ κεφάλαιον τῶν ἐν τῷ γάμῳ σπουδαζομένων τὸ κεχαρισμένης ἐπιτυχεῖν ἐστὶ συμβιώσεως. Καὶ δὴ ταύθ’ οὕτως ἔχεται, καὶ διὰ πάντων μακαριστὸς ὑπογράφθω ὁ γάμος· γένος εὐδύκιμον, πλούτος ἀρχῶν, ἡλικία συμβαίνοῦσα, τῆς ὥρας αὐτῷ τὸ ὀνδος, φίλτρον πολὺ, καὶ οἶον ἐστὶν ἐν ἑκατέρῳ ὑπὲρ τοῦ ἄλλου ὑπονοεῖσθαι· γλυκεῖα ἐκείνη φιλονεικία τὸ ἑαυτὸν βούλεσθαι νικᾶν ἐν τῇ ἀγάπῃ ἐκά-