Ancient Greek
172.2
Gregorius Nyssenus Theol., De Virginitate 172.2
Unproofread scanNot analysed yet
C Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοεῖτο, ἄρα ἐν εὐπροσόνη βιώσεταί· ἄρα πιστεύσει τοῖς παροῦσιν αὐτῷ χρηστοῖς, ὡς ἀεὶ παραμένουσιν; Ἡ δῆλον ἐκ τοῦτων, ὅτι καθάπερ ἐν ταῖς τῶν ὀνειρῶν ἀπάταις ἀμηχανήσει, καὶ ἀπίστως πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτριοῖς προσέχων τοῖς φαινομένοις. Συνεῖσι πάντως, εἴπερ ἔχει τινὰ τῶν ὄντων ἐπίσκεψιν, ὅτι οὐδὲν τῶν ἐν τῷ βίῳ φαινομένων, ὡς ἐστὶ φαίνεται, ἀλλὰ κατὰ τὰς ἀπατηλὰς φαντασίας, ἕτερα ἀνθ' ἑτέρων ἡμῖν προδείκνυσι, διαπαιζὼν τοὺς ἄνθρωπὸς πρὸς κεχηνυίας· καὶ διὰ τῆς τῶν φαινομένων πλάνης συγκαλύπτων αὐτὸς ἑαυτόν, ὥς ἂν ἀθρόως ἐν ταῖς μεταβολαῖς ἐλεγχθῇ ἄλλο τι ὄν παρὰ τὴν ἀνθρωπίνην ἐλπίδα, τὴν διὰ τῆς ἀπάτης τοῖς ἀνθρώποις ἐγγινομένην. Ποίας οὖν ἡδονῆς ἀξία τῷ ταῦτα λογιζομένῳ φαίνεται τὰ ἡδέα τοῦ βίου; Πότε αἰσθήσεται κατὰ ἀλήθειαν ὁ ταῦτα φρονῶν, καὶ τοῖς δοκοῦσιν αὐτῷ παρεῖναι χρηστοῖς εὐφρανθήσεται; Οὐχ ἀεὶ τῷ φόβῳ τῆς μεταβολῆς ταραττόμενος, ἀνεπαίσθητον ἔχει τὴν τῶν παρόντων ἀπόλαυσιν; Ἐωὶ ὀμμεῖα, καὶ ὀνειρούς, καὶ κληδόνας, καὶ τοὺς τοιούτους λήρους, πάντα ὑπὸ ματαίας συνήθειας παραρμόσαντα, καὶ πρὸς τὸ χειρὸν ὑποπτευόμενα. Ἄλλὰ καὶ ὡς ὀδίνων τὴν παῖδα καταλαμβάνει· καὶ οὐχὶ παιδὸς γένεσις, ἀλλὰ θανάτου παρουσία τὸ πράγμα νομίζεται, καὶ θάνατος τῆς κυοφορούσης διὰ τοῦ τόκου ἐλπίζεται· πολλάκις δὲ καὶ τῆς πονηρᾶς ταύτης μαντείας οὐ διεξέυσθησαν, ἀλλὰ πρὶν ἐορτάσαι τὴν γενέθλιον ἑορτήν, πρὶν τινὸς τῶν κατ' ἐλπίδα ἀγαθῶν ἀπογεύσασθαι, εὐθὺς εἰς ὀρήνων τὴν χαρὰν μεθρῴσωσαν. Ἔστι τῷ φίλτρῳ ζῶντες, ἐπὶ τοῖς πόδοις ἀκμάζοντες, οὕτω τῶν κατὰ τὸν βίον ἡδίστων λαβόντες τὴν αἴσθησιν, ὥσπερ τις ἐν ὀνείρῳ φαντασία, πάντων εὐθέως τῶν ἐν χειρὶ ἐγροθόσαν. Τὰ δὲ ἐπὶ τοῦτοῖς οἷα; Πορθεῖται μὲν ὑπὸ τῶν οἰκείων ὡς ὑπὸ πολέμιων ὁ θάλαμος· καλλωπίζεται δὲ ἀντὶ τοῦ θαλάμου διὰ τοῦ τάφου ὁ θάνατος· ἀνακλήσεις ἐπὶ τούτων ἀνύνοι, καὶ μάταιοι χειρῶν κρότοι· ἀναμνήσεις τοῦ προτέρου βίου, κατάραι κατὰ τῶν συμβουλευσάντων τὸν γάμον, μέμψεις κατὰ τῶν μὴ κωλυσάντων φίλων· ἐν αἷται πολλῇ οἱ γονεῖς, ἂν τε περιὄντες τύχῃσιν, ἂν τε καὶ μὴ· ἀγανάκτησις κατὰ τῆς