Ancient Greek
174.2
Gregorius Nyssenus Theol., De Virginitate 174.2
Unproofread scanNot analysed yet
'Αλλὰ καιρὸς ἄν εἴη, ἐπειδή ἐκ τῶν εὐθυμούντων D ἐκ μέρους ἐξήταται, καὶ τοὺς ἑτέρους ἐποπτεύσαι βίους τῷ λόγῳ, οἷς καὶ πενίαι, καὶ δυσχλρίαι, καὶ λοιπαὶ τῶν ἀνθρωπίνων παλῶν συμφοραὶ παραπεπτήγαν· οἷον τηριώσεις τε καὶ νόσοι, καὶ ὅσα τοιαῦτα τῇ ἀνθρωπίνῃ ζωῇ συγκεχλήρωται · ἐν οἷς ἅπαντιν ὁ μὲν καθ' ἑαυτὸν ζῶν, ἢ διαφεύγει τὴν πείραν, ἢ ῥᾳδιον διαφέρει τὴν συμφορὰν, συγκεχωρημένης ἔχων περὶ αὐτὸν τὴν διάνοιαν, καὶ πρὸς οὐδὲν ἄλλο ταῖς φροντίσι περιεχόμενος. Ὁ δὲ πρὸς γυναῖκα καὶ τέκνα μεμερισμένος, οὐδὲ σχολὴν ἄγει πολλάκις