Ancient Greek
181.1
Gregorius Nyssenus Theol., De Virginitate 181.1
Unproofread scanNot analysed yet
E' ΚΕΦΑΛ. Ε'. "Οτι προηγείσθαι χρεί τῆρ τῆς ψυχῆς ἀκάθειαν τῆς ἐν σώματι καθαρότητος. Ταύτης οὖν τῆς διανοίας καὶ τῆς ὑψηλῆς ἐπιθυμίας συνεργόν, καθὼς τῇ Γραφῇ δοκεῖ, καὶ βοηθὸν τῷ ἀνθρώπῳ τὴν παρθενίαν εἶναι φαμεν. Καὶ ὡσπερ τῶν λοιπῶν ἐπιστημμάτων τέχναι τινες πρὸς τὴν ἐκάστου τῶν σπουδαζομένων ἐπεργασίαν ἐπενοήθησαν · οὕτω μοι δοκεῖ καὶ τὸ τῆς παρθενίας ἐπιτήδευμα τέχνη τις εἶναι καὶ δύναμις τῆς θειοτέρας ζωῆς, πρὸς τὴν ἀσώματον φύσιν τοὺς ἐν σαρκὶ ζῶντας ὁμοιοῦσθαι παρασκευάζουσα. Πᾶσα γὰρ ἐστὶ σπουδὴ τοῦ τοιούτου βίου, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν ταπεινωθῇ, καὶ ἀντὶ τοῦ μετεωροπετεῖν, καὶ εἰς τὰ ἄνω βλέπειν τὴν διάνοιαν ἡμῶν, πρὸς τὰ σαρκὸς καὶ αἵματος κατενεχθεῖσαν πᾶθη πεσεῖν. Πῶς γὰρ ἐτι δύναται πρὸς τὸ συγγενὲς τε καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέπειν τῷ ὀμμάτι ἡ προσηλωθεῖσα κάτω τῇ ἡδονῇ τῆς σαρκός, καὶ τὴν ἐπιθυμίαν πρὸς τὰ ἀνθρώπινα πάθη ἀπασχολήσασα, ὅταν πρὸς τὰ ὑλῶδη σχῇ τὴν ῥοπὴν ἐκ μοχθηρᾶς τινος καὶ ἀπαιδεύτου προσλήψεως ; Καθάπερ γὰρ οἱ τῶν σῦν ὀφθαλμοὶ εἰς τὸ κάτω παρὰ τὴς φύσεως ἐστραμμένοι τῶν οὐρανίων θαυμάτων ἀπεῖρες ἔχουσιν, οὕτως ἡ τῷ σώματι συγκατασπαθεῖσα ψυχὴ οὐκέτι πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω κάλλη βλέπειν δυνηται, πρὸς τὸ ταπεινὸν καὶ κτηνοδὲς τῆς φύσεως ἐπικύπτουσα. Ὥς ἂν οὖν μάλιστα ἡμῖν ἐλευθέρα καὶ ἀνετος ἡ ψυχὴ πρὸς τὴν θείαν τε καὶ μακαρίαν ἡδονὴν ἀναβλέποι, πρὸς οὐδὲν τῶν γηγίνων ἑαυτὴν ἐπιστρέφῃ, οὐδὲ τῶν νενομισμένων κατὰ τὴν τοῦ κοινοῦ βίου συγχώρησιν ἡδονῶν μεταληφθείη ,ἀλλὰ μεταθῆσαι τὴν ἐρωτικὴν δύναμιν ἀπὸ τῶν σωματικῶν ἐπὶ τὴν νοητὴν τε καὶ ἀΐλιον τοῦ καλοῦ θεωρίαν, πρὸς τὴν τοιαύτην τῆς ψυχῆς διάθεσιν ἡ παρθενία τοῦ σώματος ἡμῖν ἐπενόηθ᾽ · ὡς ἂν μάλιστα λήθην καὶ ἀμνησίαν ἐμποιήσειε τῇ ψυχῇ τῶν ἐμπάθων τῆς φύσεως κινήματων, μηδεμίαν ἀνάγκην ἐπάγουσα πρὸς τὰ ταπεινὰ τῆς σαρκὸς ὀφλήματα καταγινέσθαι.