Ancient Greek
187.1
Gregorius Nyssenus Theol., De Virginitate 187.1
Unproofread scanNot analysed yet
ὡς εἰς ἀσφαλὲς τι φρούριον καταφεύγειν, καὶ μὴ πρὸς τὴν ἀκολούθιον κατιόντας τοῦ βίου, προσκαλεῖσθαι καθ' ἑαυτὸν πειρασμούς, καὶ τοὺς ἀντιστρατευομένους τῷ νόμῳ τοῦ νοὸς ἡμῶν διὰ τῶν τῆς σαρκὸς παθημάτων συμπλέκεσθαι, καὶ κινδυνεύειν οὐ περὶ τῶς ὧρων, ἢ χρημάτων ἀποβολῶν, ἢ ἄλλου τινὸς τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων, ἀλλὰ περὶ τῆς προηγούμενης ἐλπίδος. Οὐχ ἔστι γὰρ τὸν εἰς τὸν κόσμον τοῦτον ἀποστρέφοντα τὴν διάνοιαν καὶ τὴν ἐνθάδε μέριμναν ἀναλαβόντα, καὶ εἰς ἀνθρωπίνην ἀρέσκειαν ἀσχολῦντα ἑαυτοῦ τὴν καρδίαν, πληρωθῆναι γενέσθαι τῆς πρώτης καὶ μεγάλης ἐντολῆς τοῦ Κυρίου, ἢ φησιν ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὸν Θεὸν ἀγαπᾶν. Πῶς γὰρ ἀγαπήσει τις ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὸν Θεόν, ὅταν καταμερίσῃ τὴν καρδίαν ἑαυτοῦ πρὸς Θεὸν καὶ κόσμον, καὶ χλέπτων τρόπον τινὰ τὴν ἐκείνῳ μόνῳ χρεωστούμενην ἀγάπην, ἀνθρωπίνοις αὐτὴν πάθεσι προσαναλάσῃ; ὁ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ὁ δὲ γαμήσιος μεριμνᾷ τὰ τοῦ κόσμου. Εἰ δὲ ἐπίπονος ἢ πρὸς τὰς ἡδονὰς μάχη δοκεῖ, θαρρεῖτω πᾶς· οὐδὲ γὰρ πρὸς τοῦτο μικρὰ ἢ συνθεία καὶ τοῖς δυσχελωτάτοις εἶναι δοκοῦσιν, ἡδονὴν τινὰ διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι καὶ ἡδονὴν τὴν καλλίστην καὶ καθαρωτάτην, ἥς δεῖόν ἐστι τὸν γε νοῦν ἔχοντα περιέχεσθαι μᾶλλον, ἢ τῇ περὶ τὰ ταπεινὰ μικροπρεπείᾳ, τῶν μεγάλων κατ' ἀλήθειαν καὶ πάντα νοῦν ὑπερχόντων ἀλλοτριωθῆναι.