Ancient Greek
189.2
Gregorius Nyssenus Theol., De Virginitate 189.2
Unproofread scanNot analysed yet
Περὶ τοῦ πῶς ἂν τις ἐν περιπολῇ γένοιτο τοῦ ὄντως καλοῦ. Ὡςπερ τοίνυν οἱ μὲν ἐπιπολαιότερον δίχα διανοίας τὰ πράγματα βλέποντες, ἐπειδὰν εἴδωσιν ἄνθρωπον ἢ ὅπερ ἂν τυχὴ τῶν φαινομένων, πλὴν οὐδὲν τοῦ ὁρωμένου περιεργάζονται· ἀρκεῖ γὰρ αὐτῷ· θεασάμενος τὸν ὄγκον τοῦ σώματος, ὅλον νομίζει τὸν τοῦ ἀνθρώπου λόγον κατεληφέναι· ὁ δὲ διορατικῶς τὴν ψυχὴν, καὶ πεπαιδευμένος μὴ μόνως ὀφθαλμοῖς ἐπιτρέπει[v] τὴν τῶν ὄντων ἐπίσκεψιν, οὐ μέρει τῶν φαινομένων στήσεται, οὐδὲ τὸ μὴ βλεπόμενον ἐν τοῖς μὴ οὖσι λογίζεται, ἀλλὰ καὶ ψυχῆς φύσιν περινοεῖ, καὶ τὰς τῶν σώματι ἐμφυομένας ποιότητας, καὶ κοινὴ καὶ καθ' ἑαυτὰς ἐπισκέπτεται· ἴδια τε γὰρ αὐτῶν ἑκάστην χωρίζει τῷ λόγῳ, καὶ πάλιν τὴν κοινὴν αὐτῶν συνδρομὴν τε καὶ σύμποιαν περὶ τὴν τοῦ ὑποκειμένου σύστασιν θεωρεῖ· οὕτως οὖν καὶ ἐν τῷ τοῦ καλοῦ ζητήσει, ὁ μὲν ἀτελῆ τὴν διάνοιαν, ἐπειδὰν ἴδῃ τι πρᾶγμα ψ κάλλους τινὸς περιέχεται φαντασίαν, αὐτὸ ἐκεῖνο καλὸν εἶναι τῇ ἑαυτοῦ φύσει οἴησεται, ὅπερ ἂν τὴν αἴσθησιν αὐτοῦ δι' ἡδονῆς ἐπισπάσθαι, καὶ οὐδὲν ὑπὲρ τοῦτο πλέον περιεργάζεται. Ὁ δὲ κεκαθαρμένος τὴν τῆς ψυχῆς ὀφθαλμὸν, καὶ δυνατὸς τὰ τοιαῦτα βλέπειν, χαίρειν ἔδασα τὴν ὑλὴν τὴν ὑποβεβλημένην τῇ τοῦ καλοῦ ἰδέᾳ, ὅλον ὑποβάθρα τινὶ τῷ ὁρωμένῳ χρήσεται, πρὸς τὴν τοῦ νοητοῦ κάλλους θεωρίαν, ὅς κατὰ μετουσίαν τὰ ἄλλα καλὰ γίνεται τε καὶ ὀνοάζεται. Δοκεῖ δέ μοι χαλεπὸν εἶναι, τῶν πλείστων τῇ τοιαύτῃ παχυτέρας τῆς διανοίας συζώτων, τὸ διατεμοῦντας τῷ λόγῳ καὶ χωρίσαντας τὴν ὑλὴν ἀπὸ τοῦ ἐπιθεωρουμένου κάλλους, αὐτὴν ἐφ' ἑαυτῆς τοῦ καλοῦ τὴν φύσιν κατανοῆσαι. Καὶ εἰ τις ἀκριβῶς θέλοι τὴν αἰτίαν σκοπεῖν τῶν πεπλανημένων καὶ μοχθηρῶν ὑπολήψεων, οὐκ ἂν μοι δοκεῖ ἄλλην εὑρεῖν, ἢ τὸ μὴ ἀκριβῶς ἡμῖν γεγυμνάσθαι τὰ τῆς ψυχῆς αἰσθητήρια πρὸς τὴν τοῦ καλοῦ καὶ μὴ τοιούτου διάκρισιν. Διὰ τοῦτο ἀποστάντες οἱ ἄνθρωποι τῆς περὶ τὸ ὄντως ἀγαθὸν σπουδῆς, οἱ μὲν εἰς ἔρωτα σαρκῶν καταῦλισθησαν, οἱ δὲ ἐπὶ τὴν ἀξίωσιν τῶν χρημάτων ὕλην ταῖς ἐπιθυμίαις ἐρεψαν· ὅλοι ἐν τιμαῖς καὶ δόξαις καὶ δυναστείαις τὸ καλὸν ὡρίσαντο· εἰσὶ δὲ τινες οἱ περὶ τέχνας καὶ ἐπιστήμας ἐπιορθησαν· οἱ δὲ ἀνδραποδωδέστεροι τούτων, λαῖμὸν καὶ γαστέρα τοῦ ἀγαθοῦ ποιουμένους κριτήριον. Οἱ δὲ ἀποστάντες τῶν ὑλικῶν νοημάτων, καὶ τῶν περὶ τὰ φαινόμενα προσπαθειῶν, ἀνέστησαν τὴν ἀπλὴν τε καὶ δύλον καὶ ἀσχημάτιστον τοῦ καλοῦ φύσιν, οὐκ ἂν περὶ τὴν αἴρεσιν τῶν ἐπιθυμητῶν ἐπλανήθησαν, οὐδ' ἐν τοσούτῳ ὑπὸ τῆς τοιαύτης ἀπάτης παρηγέρθησαν, ὡς μηδὲ τὸ πρόσκαιρον τῆς ἐν τούτοις ἡδονῆς διέποντας,