Ancient Greek
192.1
Gregorius Nyssenus Theol., De Virginitate 192.1
Unproofread scanNot analysed yet
καὶ ἀγαθὸν καὶ καθαρόν· ὁ τῶν ὅλων ἐστὶ Θεός, οὐδεὶς δὲ τυφλὸς τὴν διάνοιαν, ὡς μὴ ἂρ' ἑαυτοῦ συνιδεῖν. Ἄλλὰ τοῦτο μὲν ἴσως οὐδεὶς ἀγνοεῖ· ἐπιζήτειν δὲ εἰκὸς τινὰς, εἰ δυνατόν ἐστιν οἶόν τινα μέθοδον καὶ ἀγωγὴν τὴν πρὸς τοῦτο χειραγωγούσαν ἡμᾶς ἐξευρεῖν. Μεστὰι μὲν οὖν αἱ θείαι Βίβλοι τῆς τοιαύτης εἰσὶν ὑφηγήσεως· πολλοὶ δὲ τῶν ἁγίων καθάπερ τινὰ λύχνον τὸν ἑαυτῶν βίον τοῖς κατὰ Θεὸν πορευομένοις προφαίνουσι. Ἄλλὰ τὰς μὲν ἐκ τῆς θεοπνεύστου Γραφῆς εἰς τὸν προκείμενον σκοπὸν ὑποθήκας ἐξεστιν ἑκάστῳ πλουσίως ἐξ ἀμφοτέρων τῶν Διαθηκῶν ἀναλέξασθαι· πολλὰ μὲν γὰρ ἐν προφήταις καὶ νόμῳ, πολλὰ δὲ ἐν εὐαγγελικαῖς τε καὶ ἀποστολικαῖς παραδόσεσι πάρεστιν ἀφθόνως λαβεῖν. Ὅσα δ' ἂν καὶ ἡμεῖς ὑπονοήσαιμεν, τὰς θείας ἀκολουθοῦντες φωναῖς, ταῦτ' ἐστίν.