Ancient Greek
194.2
Gregorius Nyssenus Theol., De Virginitate 194.2
Unproofread scanNot analysed yet
Εἰ οὖν αὕτη ἐστὶν ἡ ἐπίνοια τῆς τοῦ ζητουμένου εὐρήσεως, ἡ τῆς θείας εἰκόνος εἰς τὸ ἀρχαῖον ἀποκατάστασις, τῆς νῦν ἐν τῷ τῆς σαρκὸς ῥύπῳ κεκαλυμμένης, ἐκεῖνο γενώμεθα ὃ ἦν πρὸ τῆν πρώτην ἐξυτοῦ ζῆν ὁ πρωτόπλαστος. Τί οὖν ἐκεῖνος ἦν; Γυμνὸς μὲν τῆς τῶν νεκρῶν δερμάτων ἐποβόλης, ἐν παρθενίᾳ δὲ τοῦ Θεοῦ πρόσωπον βλέπων, οὐπω δὲ διὰ γέυσεως καὶ ὁράσεως τὸ καλὸν κρίνων, ἀλλὰ μόνον τοῦ Κυρίου κατατρυφῶν, καὶ τῇ δοθείσῃ βοηθῷ πρὸς τοῦτο συγχρώμενος, καθὼς ἐπισημαίνεται ἡ θεία Γραφή, ὅτι οὐ πρότερον αὐτὴν ἔγνω, πρὶν ἐξορισθῆναι τοῦ παραδείσου, καὶ πρὶν ἐκεῖνον ἀντὶ τῆς ἁμαρτίας ἣν ἀπασθδεῖσα’ἐξῆμαρτε, τῷ τῶν οὐδὲν τιμωρίᾳ κατακριθῆναι. Δι’ ἧς τοίνυν ἀκολουθίας ἐξω τοῦ παραδείσου γεγόναμεν, τῷ προπάτορι συνεκβληθέντες, καὶ νῦν διὰ τῆς αὐτῆς· ἔξεστιν ἡμῖν παλινδρομήσασιν ἐπανελθεῖν ἐπὶ τὴν ἀρχαίαν μακαριότητα. Τίς οὖν ἡ ἀκολουθία; ‘Ἡδονὴ τότε δι’ ἀπάτης ἐγγενομένη τῆς ἐκπτώσεως ἤρεστο. Εἶτα αἰσχύνη καὶ φόβος τῷ πλάθει τῆς ἡδονῆς ἐπηκολούθησε, καὶ τῇ, μηκέτι λοιπὸν ἐν