Ancient Greek
199.54
Gregorius Nyssenus Theol., De Virginitate 199.54
Unproofread scanNot analysed yet
,μηδεμίαν εἶναι κοινωνίαν φωτὶ πρὸς σκότος διδάσκοντος ,ἢ δικαιοσύνῃ πρὸς ἀνομίαν ,ἢ συνελόντι φῖναι, πάντα ὅσα ἐστιν ὁ Κύριος κατὰ τὴν διαφορὰν τῶν ἐν αὐτῷ θεωρουμένων νοουμένων τε καὶ ὀνομαζομένων, πρὸς πάντα τὰ ἐν κακίᾳ κατὰ τὸ ἐναντίον νοούμενα. Εἰ οὖν ἀμήχανος τῶν τῇ φύσει ἀμίκτων ἡ κοινωνία, ἀλλοτρία πάντως καὶ ἀνεπίδεκτος τῆς τοῦ ἀγαθοῦ συνοικήσεως ἡ ὑπὸ κακίας τινὸς κατειλημμένη ψυχή. Τί οὖν ἐκ τούτων μαθάνωμεν; Τὸ δεῖν τὴν σώφρονα καὶ λελογισμένην παρδένον παντὸς πάθους κατὰ πάντα τρόπον τῆς ψυχῆς ἀποτομένου χωρίζεσθαι, καὶ φυλάσσειν ἐαυτὴν ἀγνὴν τῷ ἀρμοσαμένῳ αὐτῇ νυμφίῳ, μὴ ἔχουσαν σκίλον ἢ βυτίδα ἢ τι τῶν τοιούτων.