Ancient Greek
201.1 to 201.37
Gregorius Nyssenus Theol., De Virginitate 201.1-37
Unproofread scanNot analysed yet
A μᾶλλον δὲ αὐτοῦ τοῦ Θεοῦ ἔξω γενέσθαι, ὃς ἐστιν ἡ παντελὴς ἀρετή; Καὶ γὰρ ἐπὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, οὐχ ἂν διαφέρῃ τὸ χαχὸν τὸ εἴποι δι' ὑπερβαλλούσης ἐνδείας, ἢ ἀπὸ πλήθους τῆς ἀμέτρου διαφθορᾶναι, εἰς τὸ αὐτὸ πέρας τῆς ἐν ἐκατέροις ἀμετρίας ληγοῦσης. Οὐκοῦν καὶ ὁ τῆς κατὰ ψυχὴν ζωῆς τε καὶ εὐείας ἐπιμελούμενος, ἐπὶ τοῦ μέσου τῆς ἀληθείας ἑαυτὸν τηρήσει, ἀμὴν καὶ ἀμέτρου διαμένων τῆς ἐκατέρωθεν τῇ ἀρετῇ παρακειμένης ἐναντιότητος. Οὐχ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτῆς τῆς θείας φωνῆς. Φανερῶς γὰρ τῆς τοῦ Κυρίου διδασκαλίας τὸ δόγμα τοῦτό ἐστιν, ἐν οἷς διδάσκει τοὺς μαθητάς, ὡς δρᾶς λύκους συναναστρεφομένους, μὴ περισσευᾶς εἶναι μόνον, ἀλλ' ἔχειν τι καὶ τοῦ δράκοντος ἐν τῷ ἦθει. Τοῦτο δὲ ἐστι, τὸ μήτε τὴν ἀπλότητα δοκοῦν ἐπαίνε- B τὴν τοῖς ἀνθρώποις εἰς ἄκρον ἐπιτείνεσθαι, ὡς τῇ ἐσχάτῃ ἀνοίᾳ τῆς τοιαύτης ἔξεως πλησιαζούσης· μήτε τὴν ἐπαινουμένην ὑπὸ τῶν πολλῶν δεινότητα καὶ πανουργίαν, ἀμὴν τῶν ἐναντίων καὶ ἀκρατῶν ἀρετὴν νομίζειν· ἐκ δὲ τῆς δοκούσης ἐναντιότητος μίαν τινὰ συγκεκραμένην ἦθους κατάστασιν ἀπεργάζεσθαι, τῆς μὲν τοῦ ἀνόητον, τῆς δὲ τὸν πονηρὸν σοφὸν περικλῖφάντας· ὡς ἐξ ἐκατέρων ἐν ἀποτελεσθῆναι καλὸν ἐπίτευγμα, ἀπλότητι γνῶμης καὶ ἀρχινίᾳ συγκεκραμένον. «Γίνεσθε »γὰρ, φησί, «φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραὶ. »KEΦΑΛ. ΙΖ' C «Ὅτι χρή πάσας τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀρετὴν βλέπειν.» Οὐκοῦν ὅπερ ἐνταῦθα εἴρηται παρὰ τοῦ Κυρίου, κοινὸν ἔστω δόγμα τοῦ βίου παντός, καὶ μάλιστα ἐπὶ τῶν διὰ παρθενίας τῷ Θεῷ προσόντων, τὸ μὴ πρὸς ἐν τι κατόρθωμα βλέποντας, τῶν ἐναντίων ἀφυλάκτως ἔχειν, ἀλλὰ πανταχόθεν ἑαυτοῖς τὸ ἀγαθὸν ἐξευρίσκειν, ὡς ἂν διὰ πάντων τὸ ἀσφαλὲς ὑπάρχῃ τῷ βίῳ. Οὐδὲ γὰρ στρατιώτης μέρος τινὰ τοῦ σώματος φραζάμενος, γυμνὸν κινδυνεύει τῷ λοιπῷ σώματι. Τί γὰρ κέρδος αὐτῷ τῆς ἐπὶ μέρους ὁπλισεως, εἰ κατὰ τῶν γυμνῶν τὴν κατρίαν δέξαιτο; Τίς δ' ἂν εὐμορφὸν ὀνομάσειν