Ancient Greek
204.3
Gregorius Nyssenus Theol., De Virginitate 204.3
Unproofread scanNot analysed yet
ἀποποιεῖσθαι ὡς ἀχρηστον, καὶ ἐναφριέναι τοῦτο τῷ κοινῷ καὶ κοσμικῷ βίῳ, θαλάσσην τροπικῶς ὑπὸ τῆς παραβολῆς ὠνομασμένην· ἐπεὶ καὶ ὁ Ψαλμὸς διδάσκαλος ἐξομολογήσεως ἐν τινὶ τῶν ψαλμῶν ἡμῖν ὑφγηγούμενος, τὸν ὄσπατον τοῦτον τῆς ἐμπαθῆς καὶ ταραχωδῆς βίου, ὕδατα ψυχῆς ἀπτόμενα, καὶ βάθη θαλάσσης καὶ καταγύδα καλεῖ· ἐν ᾧ πᾶσα μὲν ἀποστατικὴ διάνοια, καθ’ ὁμοιότητα τῶν Αἰγυπτίων, ὡς λίθος εἰς τὸν βυθὸν καταδύεται. Ὅσον δὲ Θεῷ φίλον καὶ διορατικὸν τῆς ἀληθείας ἐστίν, ὅπερ Ἰσραὴλ παρὰ τῆς ἱστορίας ὀνόμασται, τοῦτο μόνον ὡς ξηρὰν αὐτὴν διεξέρχεται, οὐδαμοῦ τῆς πικρίας καὶ τῆς ἁλμῆς τῶν βιωτικῶν κυμάτων συνεφασπιζόμενον· οὔτε τυπικῶς ὑπὸ καθηγεμόνι τῷ νόμῳ· τύπος δὲ ἦν ὁ Μωϋσῆς τοῦ νόμου· καὶ ὁ Ἰσραὴλ τὴν θάλασσαν διεπέρασεν ξέροχος, καὶ τοῦτω συνδιαπερῶν ὁ Αἰγύπτιος ὑποβρύχιος ἦν, ἐκάτερος ὑπὸ τῆς συμπαρούσης αὐτῷ διαθέσεως, ὁ μὲν κοῦφος διεξὼν, ὁ δὲ εἰς βυθὸν καθελκόμενος· χοῦφον μὲν γὰρ τι καὶ ἀνωφὲς πρᾶγμα ἡ ἀρετή. Πάντες γὰρ οἱ κατ’ αὐτὴν ζῶντες ὡς νεφέλαι πέτονται, κατὰ τὸν Ἠσαΐαν, καὶ οὐ δέχεται πρὸς ὠφελείαν αὐτῶν βαρὺ ἢ ἁμαρτία, καθὼς φησὶ τις τῶν προφητῶν, ἐπὶ τάλαντον μολύβδου καθεζομένη. Εἰ δὲ τινὶ μεδιασμένη καὶ ἀπροσκόλλητος ἡ τοιαύτη τῆς ἱστορίας ἐκδοχὴ φαίνεται, καὶ οὐ δέχεται πρὸς ὠφελείαν ἡμῶν τὴν διὰ τῆς θαλάττης θαυματοποιίαν ἀναγεγράφθαι,