Ancient Greek
205.39 to 205.48
Gregorius Nyssenus Theol., De Virginitate 205.39-48
Unproofread scanNot analysed yet
ἐναργῶς ταῦτα καὶ σοφῶς διεσήμαναν· ὁ μὲν λέγων· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν· »ὁ δὲ καυχώμενος ἐπὶ τῷ πάντων γενέσθαι πολυ- γονώτατος, ὡς πόλεις ὅλας καὶ ἔθνη κυοφορήσαι· οὐ μόνον Κορινθίους καὶ Γαλάτας διὰ τῶν οἰκείων ἰδιδ- νῶν εἰς φῶς ἀγαγὼν, καὶ ἐν Κυρίῳ μορφώσας, ἀλλὰ καὶ ἀπὸ Ἱερουσαλὴμ κύκλῳ, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ καταπληρώσας τῶν ἰδίων τέκνων τὴν οἰκουμένην, ἀπερ ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησε. Τοῦτο μακαρίζεται καὶ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ἁγίας Παρθένου κοιλία, ἡ τῷ ἀχράντῳ τόκῳ ὑπηρετήσασα· ὡς οὐτε τοῦ τόκου τὴν παρθενίαν λύσαντος, οὔτε τῆς