Ancient Greek
216.3
Gregorius Nyssenus Theol., De Virginitate 216.3
Unproofread scanNot analysed yet
«Προσέλθετε πρὸς αὐτὸν καὶ φωτιζήτε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταίσχυνθῇ. Λούσατε, ἀφέλεσθε τὰς ἁμαρτίας ὑμῶν. »Ταῦτα ἐγράφη πρὸ πολλοῦ · οὐκ ἐπαλαιώθη δὲ τῶν γραμμάτων ἡ δύναμισ, ἀλλ’ ἀκάμας καὶ καθ’ ἡμέραν ἰσχύει. Ἐξέλθετε τοῦ δεσμοτηρίου, παρακαλῶ. Μισήσατε τὰ τῆς ἁμαρτίας σκοτεινὰ οἰκητήρια. Φεύγετε τὸν διάβολον, ὡς πικρὸν δεσμοφύλακα, ἐκ τῆς συμφορᾶς τῶν ἁμαρτωλῶν τρεφόμενον καὶ κεράζοντα. Ὡς γὰρ Θεὸς εὐφραίνεται ταῖς δικαιοσύναις ἡμῶν, οὕτως ἐφθετα τοὺς παραπτώμασιν ὁ τῆς ἁμαρτίας αἴτιος. Ἐξὼ τοῦ παραδείσου τυγχάνεις, ὁ κατηχούμενος, κοινωννῶν τῆς ἐξορίας τῷ Ἀδὰμ τῷ προπάτορι. Νῦν δὲ σοι τῆς θύρας ὑπανοιγομένης, εἴσελθε ὅθεν ἐξῆλθες, καὶ μὴ βραδύνῃς, μήπου θάνατος παρεμπεσὼν ἀποφράξῃ τὴν εἴσοδον. Ἡ κεφαλὴ λοιπὸν λευκαίνεται, τοῦ βίου τὸ θέρος ἐγγὺς, τάχα ἀκονισται καθ’ ἡμῶν ἡ δρεπάνη, καὶ δέδοικα, μὴ καθευδόντων ἡμῶν καὶ ἐνασχολουμένων ταῖς ματαίαις ματαιότησιν, ἀθρόον ἐπιστῇ φοβερὸς ὁ τέμνων. Ἄλλ’ ἐρεῖς ὁ νέος · Οὐδὲπω γεγήρακα. Μὴ τοίνυν ἀπατηθῇς · Θάνατος γὰρ προθεσμίας ἡλικιῶν οὐχ ὀρίζειται, οὐδὲ φοβεῖται τοὺς ἐν ἀκμῇ, κατὰ δὲ γερόντων μόνον ἔχει· τὸ κράτος. Καὶ τοῦτο μάθε τὴν καθημερινὴν πείραν διδάσκαλον. Ὀρᾷς γὰρ τὴν κλίνην τῆς ἐξορᾶς, ὅπως ἄνω-