Ancient Greek
220.2
Gregorius Nyssenus Theol., De Virginitate 220.2
Unproofread scanNot analysed yet
Ἄλλὰ δέδοικα, φησὶ, τὸ τῆς φύσεως ἡμῶν εἰς ἁμαρτίαν εὔκολον, καὶ διὰ τοῦτο πρὸς τὴν χάριν τῆς παλιγγενεσίας βραδύνω. Εὐπρόσωπον μὲν σοὺ τῆς δειλίας τὸ πρόσχημα, καὶ καλὸς σαυτὸν κατασχηματίζεις τῷ τῆς εὐλαβείας πλάσματι· ἀλλὰ σοὶ σύντομος ἐρωτήσεις προσαχθεῖσα ἀρχέσει προγυμνῶσαι τὴν σκηνὴν εὐκόλως. Ἐπεὶ γάρ, ὁ δεδούκεναι λέγων τὴν ἁμαρτίαν, κατηχούμενος ὑπάρχεις, τίνὰ ἄρα ζῆς βίον ἀκατηγόρητον, ἢ τὸν ἀναμάρτητον, ἢ τὸν ἐν ἁμαρτίαις; Εἰ μὲν γὰρ τὸν ἀναμάρτητον, τί δειλίζεις τὸ βάπτισμα, καὶ πρὸ ἐκείνου τῆρων τὴν νομοθετημένην ἀχρείαν; Εἰ δὲ σοὶ ἀκάθαρτος καὶ ἀφυλάκτος ἡ ζωὴ βραδύνων ἐν ἀνομίαις, καὶ τῇ μακρᾷ συνθείᾳ ξένικτώμενος τοῦ κακοῦ, πρόδηλον ὅτι τὴν ἐσχάτην ἀναμένεις ἀναπνοήν· ἵνα τῷ βαπτίσματι παραληφθέντι κατὰ τὴν τελευταίαν ὥραν συντελεσθῇ ἡ ζωὴ. Τοῦτο δὲ ἐστὶ καινὴ καὶ παράδοξος ἐμπορία, οὐ χρυσοῦ καὶ ἐσθητός, ἀλλὰ πλήθους ἀνομιῶν καπηλεία περίεργος τῆς κατὰ ψυχὴν καθάρσεως. Καὶ καθάπερ οἱ χοίροι πηλὸν ἐκ πηλοῦ μετέρχονται, καὶ τὸν βόρβορον ἔχουσιν αὐτοὶς ἐνδιαίτημα· οὕτως οἱ ταῖς ἀκαθαρσίαις συζῶντες συνάπτουσιν ἐπαλλήλους τὰς ἀνομίας. Ἡ γὰρ τῇ πορνείᾳ μολύνουσα, ἡ τῇ δυσωπίᾳ μοιχείαν τεχνάζουσα, ἡ τὴν μέθην ἀσκοῦσι τὸν πονηρῶν ἐπιθυμιῶν ὑπέκκαμμα, ἡ τὰς ἀδελφὰς τούτων καὶ συγγενεῖς ἁμαρτίας ἐπιτηθεῖσαι. Φοβοῦνται δὲ τὸ βάπτισμα, ὡς τῶν ἡδονῶν κώλυμα, καὶ τῶν μισαρῶν ἀπελαύσεων ἀποχήν. Ὅταν οὖν λέγῃ ὁ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι Φοβοῦμαι, πρόδηλός ἐστιν οὐ τὴν ἁμαρτίαν εὐλαβούμενος, ἀλλὰ μακρὰν αὐτῷ γενέσθαι βουλόμενος, τὴν ἐν ταῖς ἁμαρτίαις ἀναστροφήν. Οἱ δὲ ταύτην ἔχοντες ἐν τῷ βάθει τὴν πονηρὰν γνώμην, πρῶτον μὲν οὐδὲ ἀξιοῦνται τῆς χάριτος· ἀλλὰ ταῖς κεναις ἐλπίσιν ἐαυτοὺς