Ancient Greek
527.2
Gregorius Nyssenus Theol., Epistulae 527.2
Unproofread scanNot analysed yet
Τοιοῦτόν τι θαῦμά φασι ἐν τοῖς θεάτροις τοὺς θαυματουργοῦντας τεχνάζεσθαι· Μῦθον ἐξ ἱστορίας, ἢ τινὰ τῶν ἀρχαίων διηγημάτων, ὑπόθεσιν τῆς θαυματουργίας λαβόντες, ἔργῳ τοῖς θεαταῖς διηγούνται τὴν ἱστορίαν. Διηγούνται δὲ οὕτως τὰ κατάλληλα τῶν ἱστορουμένων· Ὑποδύντες σχήματα τε καὶ πρόσωπα, καὶ πόλιν ἐκ παραπετασμάτων ἐπὶ τῆς ὀρχήστρας δι' ὁμοιότητός τινος σχηματίσαντες, καὶ (41) τέως ψιλὸν τόπον τῇ ἐναργεῖ μιμήσει τῶν πραγμάτων οἰκειῶσαντες, θαῦμα τοῖς θεαμένοις γίνονται, αὐτοὶ τε οἱ μιμηταὶ τῶν ἐν τῇ ἱστορίᾳ πραγμάτων, καὶ τὰ παραπετάσματα, ἡ πόλις δή. Τί οὖν μοι τὸ διήγημα βούλεται; Ἐπειδή χρεία ἡμῖν τὴν μὴ οὔσαν πόλιν καὶ οὔσαν (42) δεῖξαι τοῖς συνιόνσι, παρακαλῶ· Οὗτε γενοῦσθαι τῆς πόλεως ἡμῶν οἰκιστὴν αὐτοσχέδιος, αὐτῷ τῷ φαίνεσθαι μόνον (πόλιν εἶναι δοκεῖν τὸν ἔρημον χῶρον παρασκευάσω [43])· ὅτι σοὶ καὶ ἡ ὁδὸς οὐ πολλή, καὶ ἡ χάρις, ἣν δώσεις, σφόδρα πολλή. Βουλλόμεθα γὰρ φαιδρότερος (44) αὐτοὺς δεῖξαι τοῖς συνοῦσιν, ἀντ' ἄλλου τινὸς κόσμου, τῇ φαιδρότητι ὑμῶν καλλωπιζόμενοι.