Ancient Greek
529.1
Gregorius Nyssenus Theol., Epistulae 529.1
Unproofread scanNot analysed yet
A Τηλέμαχον μάχη, εἰ καὶ τῇ μνήμῃ (55) τῶν Κεφαλληνίων, πρὸς τὸν σκοπὸν τοῦ λόγου συμβάλλεται. Ὅτι με διαλαβόντες νυνὶ (56), σὺ τε καὶ ὁ τὰ πάντα θαυμασίος ὁ πατὴρ ὁ σός, ὥσπερ τὸν Λαέρτην ἐκεῖνοι, φιλοτίμως ὅλους ἐν τῇ πρὸς ἡμᾶς τιμῇ τε καὶ φιλοφροσύνῃ περὶ τῶν πρωτεῖων διαγωνίζεσθε, ὁ μὲν οὕτως (57), σὺ δὲ ἀπὸ Καππαδοκίας τοῖς γράμμασι βάλλοντες. Τί οὖν ὁ γέρων ἐγώ; Μακαριστὸν τίθεμαι τὴν ἡμέραν, ἐν ᾗ βλέπω τοιαύτην παῖδι πρὸς πατέρα τὴν ὁμιλίαν. Μὴ ποτε οὖν παύσαιο, χρηστοῦ καὶ θαυμαστοῦ πατρὸς εὐχὴν δικαίαν ἀποπληρῶν, καὶ τοῖς ἀγαθοῖς προτερήμασι τὴν πατρικὴν δόξαν ὑπερβαλλόμενος (58). Παρ’ ἀμφοτέροις ὑμῖν ἔσομαι χαριζόμενος κριτής· σοὶ μὲν τὰ πρωτεῖα πρὸς τὸν πατέρα νέμων, τῷ πατρὶ δὲ πρὸς σέ· ἡμεῖς δὲ οἴομεν τὴν τραχεῖαν Ἰθάκην, οὐ λίθοις τοσούτοις, ὅσον τοῖς ἴδεσι τῶν οἰκητόρων τραχυνομένην, ἐν ᾧ πολλοὶ μνηστήριον, καὶ τῶν κτημάτων τῆς μνηστευομένης κρατήρες (59), οἱ καὶ αὐτῷ τούτῳ τὴν νύμφην ὑβρίζοντες, τῷ ἐπατελεῖν τὸν γάμον τῇ σωφροσύνῃ. Μελανθοῦς (60), σίμαι, τινὸς ἢ ἄλλης τοιαύτης ἀξίας πράττοντος. Οὐδαμοῦ δὲ ὁ σωφρονίζων τῷ τόξῳ (61). Ὅσον πρεσβυτικῶς ἐπὶ τὰ μηδὲν προσήκοντα ἡμῖν παρεληρήσαμεν! Ἀλλὰ μοι πρόχειρος ἔστω διὰ τὴν πολιὰν ἡ συγγνώμη· ἰδίον γὰρ αὐτῆς (62), ὥσπερ τὸ χορδοῦσθαι τὰ ὀμματα, καὶ τὰ μέλη πάντα ὑπὸ τῆς τοῦ γήρως ἀπονοίας (63) βαρύνεσθαι, οὕτω καὶ τὸ ἀδολεσχεῖν ἐν τῷ λόγῳ. Σὺ δὲ ἡμᾶς τοῖς τροχалоῖς τε καὶ διεγερμένοις τῶν λόγων νεανικῶς δεξιοῦμενος, ἀνανεῶν τὸ γῆρας, τῇ καλῇ καὶ πρεπούσῃ γηρακομία ταύτῃ τὸ ἐκ μηκὸς (64) τῆς ἡλικίας ἐπανορθοῦμενος.