Ancient Greek
534.1
Gregorius Nyssenus Theol., Epistulae 534.1
Unproofread scanNot analysed yet
ῆλιον εἶναι. Οὐκοῦν οὐδὲ τὴν ἀκτῖνα τῶν σῶν λόγων ἀμαυροῦσθαι καλῶς ἔχει διὰ τοὺς μεμυκότας τὰ τῆς ψυχῆς αἰσθητήρια. Τῶν δὲ Κυνηγίων εὔχομαι μὲν, ὥστε μάλιστα μὲν πόρρω τῆς κοινῆς εἶναι νόσου ἢ νῦν τοὺς νέους κατέλαβε · προσάγειν δὲ κατὰ τὸ ἔχουσιον (1) τῇ περὶ τοὺς λόγους σπουδῇ. Εἰδὲ ἄλλως ἔχει, δικαίως ἐστι καὶ μὴ βουλομένου αὐτὸν ἐκδιάζεσθαι, ἐν ᾧ νῦν ὄντες (2) οἱ πρὸ τούτου τῶν λόγων ἀποστατήσαντες, ἐλεεινοὶ τινὲς εἰσὶν ὑπ' αἰσχύνης καταδυόμενοι.