Ancient Greek
543.1
Gregorius Nyssenus Theol., Epistulae 543.1
Unproofread scanNot analysed yet
περιζέσει κατὰ τὸ πλάγιον ἡμῶν ἡ διπλοῖς, ταῦτα πάντα μὴ γινόμενα, πολέμου τοῦ (87) πρὸς ἡμᾶς ὑπόθεσιν γίνεσθαι, καὶ ἐπὶ τούτοις καθ' ἄνδρας, καὶ δήμους, καὶ ἐρημίας, πρὸς τὴν καθ' ὑμῶν μάχην συνίστασθαι. Ἐπειδὴ οὐκ ἔστι διὰ πάντων πράττειν καλῶς, ἢ κακῶς· μέμικται γὰρ ὡς ἐπὶ πολὺ διὰ τῶν ἐναντίων πᾶσιν ὁ βίος· εἰ δὲ τὸ σὸν ἡμῖν κατὰ Θεοῦ χάριν διηνεκῶς παρέσθι, ὑποίσομεν τὴν τῶν ἀρχῶν δαψίλειαν, ἐπ' ἐλπίδι τοῦ τῆς σῆς ἀγαθότητος διὰ παντὸς μετέχειν. Μὴ ποτε οὖν παύσαιο τοιαῦτα χαριζόμενος, δι' ὧν καὶ ἡμᾶς ἀναπαύσεις, καὶ σαυτῷ τὴν ἐπὶ ταῖς ἐντολαῖς μισθὸν πλεῖον παρασκευάσεις.