Ancient Greek
543.4
Gregorius Nyssenus Theol., Epistulae 543.4
Unproofread scanNot analysed yet
Οἶδα τινὰς τῶν ζωγράφων φιλοτιμίαν ἀνήντον χαρίζεσθαι τοῖς εἰδοχέστεροις τῶν φίλων, ἐν τῷ μεταγράφειν τὴν μορφὴν εἰς εἰκόνα προθυμουμένων, ἐναντίον δὲ τι ποιούντων ἢ βούλονται· ἐν οἷς γὰρ διορθοῦνται διὰ τὴν μιμήσει τὴν φύσιν τοὺς εὐανθεστέροις τῶν χρωμάτων, τὸ τῆς μορφῆς ἤδη ἐπὶ τοῦ πίνακος χρῦπτοντες, τὸν χαρακτῆρα παραλλάττουσιν. Ὡς οὖν ἐπ' ἐκείνων χέρδος οὐκ ἔστιν οὐδὲν κόμη ξανθὴ καὶ βαθεῖα, ἐπικυρτωμένη τῷ μετώπῳ καὶ περιστιλίζουσα, καὶ τὸ ἐπὶ τοῦ χειλοῦς ἄνθος, καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρυθρόμημα, βλέφαρων τε κύκλος, καὶ ἀκτὶς ὀμμάτων, καὶ ὀφρύες ἐν τῷ μέλανι στιλβούσαι, καὶ ἐπιλάμπον τῇ ὀφρύι μέτωπον· καὶ εἴ τι ἄλλο τοιούτω τῇ τῆς μορφῆς ὥραν συναντεργάζεται, (ἐὰν γὰρ μὴ παρὰ τῆς φύσεως ἔχῃ ταῦτα ὁ τῷ ζωγράφῳ προτεθεὶς εἰς τὴν μίμησιν, οὐδὲν ἀπάντα τῆς τοιαύτης φιλανθρωπίας)· τὸν αὐτὸν τρόπον δοκεῖ μοι, εἰ τις ὑπὸ φιλίας ἐπαίνων ὑπερβολὰς τῷ ἀγαπημένῳ χαρίζοιτο, καὶ ἀναπλάσει τῷ λόγῳ μὴ οἷός ἐστιν, ἀλλ' οἷον εἶναι προστίθησι τὸν ἐν παντὶ τὸ τέλειον ἔχοντα,