Ancient Greek
549.1 to 549.34
Gregorius Nyssenus Theol., Epistulae 549.1-34
Unproofread scanNot analysed yet
(5) "Ετερον δὲ πρὸς τὸ δοράκινον. Δοράκινον Περ- A Τί δ' ἂν τις ἐπποι τῆς Περσικῆς ὀπώρας τὸ ποικιλον τε καὶ πολυειδές, καὶ ἐξ ἑτερογενῶν συμμεμιγμένον καὶ σύνθετον; Ὦσπερ γὰρ οἱ τοὺς τραγελάφους καὶ ἱπποκενταύρους καὶ τὰ τοιαῦτα μιγνύντες ἐκ διαφόρων, καὶ τὴν φύσιν παρασοφίζομενοι γράφουσιν· ὥστω καὶ ἐπὶ τῆς ὀπώρας ταύτης· τὸ μὲν πρὸς ἀμυγδαλὴν, τὸ δὲ πρὸς κάρυον, ἕτερον δὲ πρὸς τὸ δοράκινον (5) κατὰ τε τὸ ὄνομα καὶ τὴν γεῦσιν μεμιγμένον τυραννήθεισα παρὰ τῆς τέχνης ἡ φύσις ἐπελίνετο. Καὶ ἐπὶ πᾶσι τούτοις τὸ ἐφ' ἑκάστῳ πλήθος ὑπὲρ τὸ κάλλος ἐδείκνυτο. Ἄλλὰ καὶ τὴν ἐν τῇ φυτείᾳ διάθεσιν, καὶ τὴν εὐρύθμον ζωγραφίαν ἐκείνην. Ἀληθῶς γὰρ γραφέως μᾶλλον ἢ γεωπόνου τὸ θαῦμα. Ὡστὸ τῇ ἐπιθυμίᾳ τῶν ταῦτα διατιθέντων ἡ φύσις εὐχλῶς ἐπηκολούθησεν, οὐχ οἶμαι δυνατόν εἶναι διὰ λόγων ἐνδείξασθαι. Τὴν δὲ ὑπὸ τῶν ἀναδενδράδας ὁδὸν καὶ τὴν γλυκειαν ἐκείνην ἐκ τῶν βοτρύων σκιὰν καὶ τὴν καινὴν ἐκ παρὰ τῶν τεγμοπαίων, ῥόδων ἑρπητῶν καὶ κληματισίων ἀμπέλων ἀλλήλαις συνδιαπλε- κομένων, καὶ ἀντὶ τοίχων διατετιγμένων τὴν ἐπὶ τὰ πλάγια πάροδον· τὴν τε κατὰ τὸ ἄκρον τοῦ τοιούτου δρόμου (6) κολυμβήθραν τοῦ ὕδατος, καὶ τοὺς ἐν αὐτῷ τρεφομένους ἰχθύας, τίς ἂν ἐνδείξαιτο πρὸς ἀξίαν τῷ λόγῳ; Ἐν γὰρ τούτοις πᾶσι μετὰ τινος ἐλευθερίου φιλοπροσύνης, οἱ τὴν οἰκίαν ἐπιτροπεύοντες τῆς εὐγενείας σου κατὰ σπουδὴν περιηγούντο, καὶ ὑπεδείκνυον, τὰ καθ'ἕκαστον τῶν σοι πεποιημένων ἐπιδεικνύμενοι, ὡς ἂν αὐτῷ σοι δι' ἡμῶν χαριζόμενοι. Ἐνθα καὶ τις τῶν νεανίσκων, καθάπερ τις θαυματοποιός, ἐπέδειξató ἡμῖν θέαμα μὴ λίαν ἐπιχωριάζον τῇ φύσει. Καταβὰς γὰρ ἐπὶ τὸ βάθος κατ' ἐξουσίαν ἀνῆρειτο τῶν ἰχθύων τοὺς κατὰ γνώμην· χαίρειν πρὸς τὴν ἐπαρὴν τοῦ ἀλιέως οὐχ ἐξενίζοντο, οἷον τινες χειροθβείς ἀκύλακες τιλᾶσσοι δντες τῇ χειρὶ τοῦ τεχνίτου καὶ ὑποχείριοι. Εἴτα με παρήγον ἐπὶ τινὰ