Ancient Greek
551.2
Gregorius Nyssenus Theol., Epistulae 551.2
Unproofread scanNot analysed yet
'Η δὲ τοῦ μύρου τῇ εὐωδίᾳ τὴν αὐτόνομον ταύτην ἀγέλην τιθασοῦν ποιεῖται τῷ προειμένῳ. Πρὸς γὰρ τὰς εὖπνους οὐσας καὶ αἱ λοιπαὶ συνεφέπονται τε καὶ εἰσοικίζονται. Τί βουλόμενος ἐντεῦθεν προομιάζομαι; 'Οτι τὸν υἱὸν Βασιλείου τὸν ποτε διωγὲν. . . . τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς πτέρυγας διαχρίσας ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν. "Ἵνατε καὶ σὲ αὐτῷ συναναπτῆναι, καὶ καταλαβεῖν τὴν χαλῖαν, ἣν παρ' ἡμῖν ὁ προειρημένος ἐπῆξατο. Εἰ ταῦτα γένοιτο, καὶ ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς τὴν σὴν εὐγένειαν πρὸς τὸν ὑψηλότερον βίον μετατεθεῖσαν, τὴν χρεωστουμένην παρ' ἐμοῦ τῷ Θεῷ εὐχαριστίαν ἀποπληρώσαιμι.