Ancient Greek
558.1
Gregorius Nyssenus Theol., Epistulae 558.1
Unproofread scanNot analysed yet
Πρὸς Εὐάγριον μοναχὸν, περὶ Θεότητος (3). Σφοδρὰ τε θαυμάζω καὶ λίαν ἐκπλήττομαι τῆς γραφαιότητος, ὅπως τοιούτων θεωρημάτων καὶ τηλικούτων ζητήσεων (4) αἴτιος καθίστησαι, ταῖς ἀκριβέσιν (5) ἐρωτήσεις, εἰς ἀνάγκην ἡμᾶς τοῦ λέγειν καὶ ἀγωνίαν ἀποδείξεως περιίστας, ἐρωτήσεις ἀναγκαίας καὶ χρησίμους ἡμῖν ἐπάγων. Πᾶσα δηλονότι λοιπὸν ἀνάγκη, κατὸν τῶν ἐρωτήσεων ἡμᾶς ἐν-αργεῖς ποιεῖσθαι τὰς ἀποκρίσεις. Καὶ νῦν τοίνυν τὸ προσενεχθὲν ἐρώτημα παρὰ σοῦ τοιούτῳ καὶ περὶ τοῦδε ἦν, ὡς τινὰ τρόπον ἂν εἴη Πατρὸς τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ φύσις (ἦν ἂν τις ὀρθῶς οὐσίαν μᾶλλον ἢ φύσιν καλοῖν), πότερον ἀπλῆ ἢ σύνθετος; Εἰ μὲν γὰρ ἀπλῆ, πῶς τὸν τρεῖς ἐπιδέξεται τῶν προειρημένων ἀριθμόν; Τὸ γὰρ ἀπλοῦν, μονοειδὲς καὶ ἀνάριθμον. Τὸ δὲ ἀριθμὸς ὑποπίπτων, ἀνάγκη τεμνεσθαι, κἂν μὴ ἀριθμός ὑποβάλλῃ (6)· τὸ δὲ τεμνόμενον, ἔμπαδες· πᾶδος γὰρ ἡ τομή. Εἰ τοίνυν ἀπλῆ τοῦ Κρείττονος ἡ φύσις (7), περιττὴ τῶν ὀνο-μάτων ἡ θέσις (8)· εἰ δὲ τῶν ὀνομάτων ἀληθὴς ἡ θέ-σις, καὶ δεῖ τοὺς ὀνόμασι πειθεσθαι, τὸ μονοειδὲς (9) καὶ ἀπλοῦν εὐθὺς ἐκποδὼν ὀίζεται. Τίς οὖν ἂν εἴη τοῦ πράγματος ἡ φύσις; Ταῦτα πρὸς ἡμᾶς ἐρατῆσας. Ἄν τὰς ἀποδείξεις ὁ τῆς ἀληθείας ἀκριβῶς παραστήσει λόγος, οὐ πίστεως ἀναπείκτου φαντασίαν ἀπορίᾳ τῆς ἀποδείξεως ἀλόγως προτιχόμενος, οὐδὲ μύθων παλαιῶν μαρτυρίαις τὸ σαφὲν τῆς πεποιθήσεως ἑαυ-τοῦ καλλίων περιώμενος, ἀλλὰ ζητήσεως ἀκριβοῦς κατανοήσει καὶ λογισμῶν ὀρθότητι τὴν τοῦ θεωρη-ματος πίστωσιν εἰς τοῦμφανὲς προτιθέμενος.