Ancient Greek
560.1 to 560.35
Gregorius Nyssenus Theol., Epistulae 560.1-35
Unproofread scanNot analysed yet
ἀνάξια παντὰπασι τῶν Θεῶν ταῖς ἑαυτῶν ἐννοίαις· A δοξάζουσιν. Εἰδέναι δὲ ἀκολουθοῦν ἡμᾶς τοὺς τῆς ἀληθείας ἐπιγνώμονας, ὡς ἀδιαίρετός ἐστι καὶ μονοειδὴς ἡ θεία τε καὶ ἀμέρης τοῦ Κρεῖττοντος οὐσία · πρὸς δὲ τὸ χρῆσιμον τῆς ἡμετέρας τῶν ψυχῶν σωτηρίας, καὶ μεριεῖσθαι ταῖς ὀνομασίαις δοκεῖ, καὶ διαρέσεως ἀνάγκη ὑφίστασθαι (22), καθὼς ἔφραμεν. "Ὁν τρόπον γὰρ ἡ ψυχὴ νοητὴ τις ὑπάρχουσα, νοημάτων ἀπείρων ἀποκλύζει πλήθος, ὅμως οὔτε νοήματος διαιρεῖται πλάθει, οὔτε τοῦ πλήθους τῶν νοημάτων ψυχὴ διὰ τὰ φθάναντα πτωχεύει ποτὲ, πλουσιωτέρα δὲ μᾶλλον, ἢ πενεστέρα γίνεται· ὃν τρόπον δὲ καὶ ὁ προφορικὸς οὕτωσι καὶ κοινὸς ἀπασιν ἡμῖν λόγος, ἀδιαίρετος μὲν ἐστι τῆς προσενεγκάμενης (23) ψυχῆς, καὶ ταῖς ψυχαῖς δὲ τῶν ἀχρωμῶνδεν οὐδὲν ἧττον ἐν ταύτῳ θα- λίσται, κάκλεινς μὴ χωριζόμενος (24) καὶ τὸ ὑστὸς εὐρισκόμενος, ἑνωσιν δὲ μᾶλλον ἢ διαίρεσιν αὐτῶν τε καὶ τῶν ἡμετέρων ψυχῶν ἐργαζόμενος· οὕτω μοι νοεῖ καὶ τὸν Υἱὸν τοῦ Πατρὸς μὴ χωρισθέντα πώποτε, καὶ τοῦτο δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, ὁμοίως ἐν τῷ νῷ τὴν ἐνθύμησιν. Ὡς γὰρ οὐκ ἔστι μεταξὺ νοῦ καὶ ἐνθυμήσεως; καὶ ψυχῆς διαίρεσιν ἐπινοηθῆναι τινὰ ταὶ τοιμὴν· οὕτως οὐδὲ τοῦ ἁγίου Πνεύματος, καὶ τοῦ Σωτῆρος, καὶ τοῦ Πατρὸς, ἐν μέσῳ τοιμὴν ἢ διαίρεσιν ἐπινοηθῆναι ποτε· διότι τῶν νοητῶν, ὡς ἔφραμεν, καὶ θεῖων ἀδιαίρετος ἡ φύσις. "Ἡ καὶ ὃν τρόπον οὐχ οἷόν τε πάλιν ὁμοίως ἐν μέσῳ κύκλου (25) καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον ἀπλοῦν τε καὶ ἄμερες, ἀλλ' ἡ μὲν ἀκτὶς συνήπται τῷ κύκλῳ, τοιμὴ πάλιν δὲ ὁ κύκλος, οἷον τις ὀφθαλμός, ποταμὸν ἐπιχει τῷ παντὶ τὰς ἀκτῖνας, κατακλισμοὺς ὡς- περ τινὰς φωτὸς ἡμῖν ἐργαζόμενος, καὶ πελαγίζον ἀφθόνως τὴν διακόσμησιν (26)· οὕτω δὴ καὶ οἷον τινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν ἐφ' ἡμᾶς, ὃ τα φεγγύδης· Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.