Ancient Greek
113.43
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 113.43
Unproofread scanNot analysed yet
ἤρυνεν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα (60) αὐτοῦ ἐν A τῇ ταπείνωσιν αὐτοῦ, ὅτι ἀφέται ἀπὸ τῆς γῆς ἡ ζωή αὐτοῦ· ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη (61) δόλος ἐν τῷ στόματι αὐτοῦ. »Καὶ μετὰ τινὰ, »Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνῆνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. »Ἐκ τούτων (62) δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βαβυλῶνι ὁ Προφήτης λέγει, ὡς τινες ὑπέλαβον. Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον; ἢ ποὺ λαὸς, καὶ ποῖος λαός; Καὶ πάλιν, »Τῶν νιῶν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπἐστρεψα ἀπὸ αἰσχύνης ἐπτυσματῶν. »Καὶ πάλιν, »Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ στίμιον, ἐλαττόν παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. »Καὶ πάλιν ὁ ταῦτα εἰπών, εἶπε, »Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; »Δαβὶδ, »Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περὶἔστηχον με. Ὀρυξάν χεῖράς μου, καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπιιδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἐαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. »Ἰερεμίας, »Ἐγὼ δὲ ὡς ἀργὸν ἀγόμενον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. »Καὶ πάλιν, »Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων (63), καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. »Ζαχαρίας, »Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τῆς τιμῆς τοῦ τετιμημένου, ὃν ἐτίμησαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἄγρον τοῦ κεραμείως, καθὼς συνέταξέ μοι Κύριος. »