Ancient Greek
116.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 116.2
Unproofread scanNot analysed yet
Θ. Περὶ τῆς ἀναλήψεως. Δαβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. »Ὅτι δὲ περὶ τοῦ Σωτῆρος ἡμῶν λέλεκται, Δανιὴλ λέγει, «Ἐθεώρουν, »φησί, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθιστο. »Καὶ μετὰ τινὰ, «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήχθη (78)· αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχή, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. »Καὶ ἀλλαγὸν Δαβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. »